Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

εἰ δὲ καὶ ἀμφότερα τὰ φῶτα ἢ καὶ ὁ τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότης ἐν τοῖς ἀφετικοῖς εἷεν τόποις, τὸν ἐν τῷ κυριωτέρῳ τόπῳ τῶν φώτων παραληπτέον, τότε δὲ μόνον τὸν οἰκοδεσπότην ἀμφοτέρων προκριτέον, ὅταν καὶ κυριώτερον ἐπέχῃ τόπον καὶ πρὸς ἀμφοτέρας τὰς αἱρέσεις οἰκοδεσποτείας λόγον ἔχῃ.

τοῦ δὲ ἀφέτου διακριθέντος ἔτι καὶ τῶν ἀφέσεων δύο τρόπους παραληπτέον, τόν τε εἰς τὰ ἑπόμενα μόνον τῶν [*](m 131) ζῳδίων ὑπὸ τὴν καλουμένην ἀκτινοβολίαν, ὅταν ἐν τοῖς ἀπηλιωτικοῖς τόποις, τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον τόποις, ὁ ἀφέτης, καὶ τὸν οὐ μόνον εἰς τὰ ἑπόμενα ἀλλὰ καὶ εἰς τὰ προηγούμενα κατὰ τὴν λεγομένην ὡριμαίαν, ὅταν ἐν τοῖς ἀποκεκλικόσι τοῦ μεσουρανήματος τόποις ὁ ἀφέτης.

τούτων δὲ οὕτως ἐχόντων ἀναιρετικαὶ γίγνονται μοῖ ραι κατὰ μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφεσιν ἡ τοῦ δυτικοῦ ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν κύριον τῆς ζωῆς, αἱ δὲ τῶν οὕτως ὑπαντώντων ἢ μαρτυ- [*](18 cf. CCAG I 139) [*](1 τὸν—ἔχοντα VY τοὺς—ἔχοντας Σβγ 2 προγενομένην γ 5 post τύχης : εἰ δὲ μὴ τελευταῖον ὁ ὡροσκόπος ἀφίησι τοὺς χρόνους Σβ 7 ἐν om. Y τόπῳ om. Y 8 φώτων αβ ἄφετικῶν γ 9 κυριώτερον VaSy καιριώτερον DM 11 post ἔχη nov. tit. Πόσοι τρόποι ἀφέσεως Σ 12 ἀφέτου V αφ. καὶ Y ἀφετικοῦ Σβγ 13 τρόπους αβγ τόπους V 15 ἀπ. τόποις VYD ἀπλ. ΣMSγ 16 τὸν (alt) VYy τοῦτον Σβ 17 καὶ aMS καὶ. τὸν VD γ 20 μοῖραι] μόνον V 23 ὑπαντώντων VYSC ἀπαντώντων ΣDMA)

133
ρούντων ἀστέρων ἀφαιροῦσι μόνον καὶ προστιθέασιν ἔτη τοῖς μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου συναγομένοις καὶ οὐκ ἀναιροῦσι διὰ τὸ μὴ αὐτοὺς ἐπιφέρεσθαι τῷ ἀφετικῷ τόπφ ἀλλ’ ἐκεῖνον τοῖς αὐτῶν. καὶ προστιθέασιν μὲν οἱ ἀγα- θοποιοί, ἀφαιροῦσι δὲ οἱ κακοποιοί, τοῦ τοῦ Ἑρμοῦ πά- λῖν ὁποτέροις ἂν αὐτῶν συσχηματισθῇ προστιθεμένου.

ὁ δὲ ἀριθμὸς τῆς προσθέσεως ἢ ἀφαιρέσεως θεωρεῖται διὰ τῆς καθ’ ἕκαστον μοιροθεσίας ὅσοι γὰρ ἂν ὦσιν ὡριαῖοι χρόνοι τῆς ἑκάστου μοίρας, ἡμέρας μὲν οὔσης οἱ τῆς ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός, τοσοῦτον πλῆθος ἐτῶν ἔσται τὸ τέλειον· ὅπερ ἐπὶ τῆς ἀνατολῆς αὐτῶν ὄντων [*](m132) λογιστέον, εἶτα κατὰ τὸ ἀνάλογον τῆς ἀποχωρήσεως ὑφαιρετέον, ἕως ἂν πρὸς τάς δυσμὰς εἰς τὸ μηδὲν καταν- τήσῃ.

κατά δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἳ τε τῶν κακοποιῶν τόποι Κρόνου καὶ ’Άρεως ἤτοι σωματικῶς ὑπαντώντωνῆ ἀκτῖνα ἐπιφερόντων ὅθεν δήποτε τετράγωνον ἢ διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν [*](c 34) ἀκουόντων ἢ βλεπόντων κατ’ ἰσοδυναμίαν ἑξαγώνων, καὶ αὐτὸς δὲ ὁ τῷ ἀφετικῷ τόπῳ τετράγωνος ἀπὸ τῶν ἑπομένων, ἐνίοτε δὲ καὶ,έπὶ μὲν τῶν πολυχρονούντων δωδεκατημορίων κακωθεὶς ὁ ἑξάγωνος, ἐπὶ δὲ τῶν ὀλιγο- χρονίων ὁ τρίγωνος σελήνης δὲ ἀφιείσης καὶ ὁ τοῦ ἡλίου τόπος· ἰσχύουσι γὰρ αἱ κατὰ τὴν τοιαύτην ἄφεσιν ὑπαν- [*](1 xalVY Procl.Heph. ἢΣβ γ 2 τοῖς-συναγομένοιςνῩ τοῖς ὑπὸ τοῦ ἀφέτου συναγομένοις μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου Σργ 3 οὐκ om. ΣΒΜ 70 σχηματισθῇῩ προστιθέμενος Σ 8 ἀν om. YM 11 ὅπερ VYSy ὅπως ΣΒΜ 12 λογ. VY ὅλον λογ. Σβγ εἶτα VY καὶ Σβγ τὸ VZDSy τὸν Μ om. Y 13 δυσμὰς VDy δύσεις aMS 17 ἐπὶ VYy ἀπὸ Σ (ἐπὶ supra- scr.) β 18 ἑξαγώνων VY ἑξάγωνον Σ β γ 19 τετράγ. VYy ἑξάγωνος Σ (zstga-suprascr.) β 20 ἑπομένων] ῥἐπομένωνῖἴ ἐπὶ μὲν VY ἐπὶ Σγ ἀπὸ ΣΒΜ -χρονόυντων VY -χρονιούν- των Σβγ 21 δωδεκατημορίων 0m. γ ἑξάγ. VYfi ἑξάγ. ἀναι- ρεῖ Σγ 22 -χρονίων VY -χρονιούντων Σβγ add. πάλιν κακω- θεὶς Σγ ἀφιείσης YDSy ἀφήσης V ἐφιείσης ΣΜ 28 τόπος VY τόπος ἀναιρεῑΣβγ aiVDy ante ὑπαντ. «MS τὴν 0m. Σ ὑπαντήσεις αβγ ἀπαντήσειςν V)

134
τήσεις καὶ ἀναιρεῖν καὶ σῴζειν, ἐπειδὴ αὗται τῷ τοῦ ἀφέτου τόπῳ ἐπιφέρονται,

οὐ πάντοτε μέντοι τούτους τοὺς τόπους καὶ πάντως ἀναιρεῖν ἡγητέον, ἀλλά μόνον ὅταν ὦσι κεκακωμένοι· παραποδίζονται γάρ, ἐάν τε εἰς ἀγαθοποιοῦ ὅριον ἐμπέσωσιν, ἐάν τέ τις τῶν ἀγαθοποιῶν ἀκτῖνα συνεπιφέρῃ τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον ἤτοι πρὸς αὐτὴν τὴν ἀναιρετικὴν μοῖραν ἢ εἰς τὰ ἑπόμενα αὐτῆς, ἐπὶ μὲν Διὸς μὴ ὑπὲρ τὰς δώδεκα μοίρας, ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς ὀκτώ, ἐάν τε σωμάτων ὄντων ἀμφοτέρων τοῦ τε ἀφιέντος καὶ τοῦ ὑπαντῶντος μὴ τὸ αὐτὸ πλάτος ἀμφοτέρων.

ὅταν οὖν δύο [*](m 133) ἢ πλείονα ἑκατέρωθεν τά τε βοηθοῦντα καὶ τὰ κατὰ τὸ ἐναντίον ἀναιροῦντα, σκεπτέον τὴν ἐπικράτησιν ὁποτέρου τῶν εἰδῶν κατά τε τὸ πλῆθος τῶν συλλαμβανομένων αὐτοῖς καὶ κατὰ τὴν δύναμιν, κατὰ μὲν τὸ πλῆθος,