Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων ἡγεῖται μὲν ὁ περὶ χρόνων ζωῆς λόγος, ἐπειδήπερ κατὰ τὸν ἀρχαῖον γελοῖόν ἐστι τὰ καθ’ ἕκαστα τῶν ἀποτελουμένων ἐφαρ- μόζειν τῷ μηδ’ ὅλως ἐκ τῆς τῶν βιωσίμων ἐτῶν ὑποστάσεως ἐπὶ τοὺς ἀποτελεστικοὺς αὐτῶν χρόνους ἥξοντι.

θεωρεῖται δὲ οὗτος οὐχ ἁπλῶς οὐδ’ ἀπολελυμένως, ἀλλ’ ἀπὸ τῆς τῶν κυριωτάτων τόπων ἐπικρατήσεως πολυμερῶς λαμβανόμενος. ἔστι δ’ ὁ μάλιστά τε συμφωνῶν ἡμῖν καὶ ἄλλως ἐχόμενος φύσεως τρόπος τοιοῦτος. ἤρτηται μὲν γὰρ τὸ πᾶν ἔκ τε τῆς τῶν ἀφετικῶν τόπων διαλήψεως καὶ ἐκ τῆς αὐτῶν τῶν τῆς ἀφέσεως ἐπικρατούντων καὶ ἔτι ἐκ τῆς τῶν ἀναιρετικῶν τόπων ἢ ἀστέρων. διακρίνεται δὲ τούτων ἕκαστον οὕτως.

τόπους μὲν πρῶτον ἡγητέον ἀφετικοὺς ἐν οἷς εἶναι δεῖ πάντως τὸν μέλλοντα τὴν κυρείαν τῆς ἀφέσεως λαμβάνειν [*](m 128) τό τε περὶ τὸν ὡροσκόπον δωδεκατημόριον, ἀπὸ πέντε μοιρῶν τῶν προαναφερομένων αὐτοῦ τοῦ ὁρίζον- τος μέχρι τῶν λοιπῶν καὶ ἐπαναφερομένων μοιρῶν εἴκοσι πέντε καὶ τὰς ταύταις ταῖς λ΄ μοίραις δεξιὰς ἑξαγώνους τὰς τοῦ ἀγαθοῦ δαίμονος καὶ τετραγώνους τοῦ ὑπὲρ γῆν [*](1 cf. Heph. II 11: CCAG VIII 2, 65 89.; CCAG II 50 f. 174; ib. IV 82, 28; ib. V 1, 44 f. 174v: Val. IX 8—10 3 cf.Riess. et- Petos. 15; Cumont, Egypte 200, 3) [*](l ια΄ VD ι΄ γ om. MS tit. VYDMy om. ΣS 4 ἕκαστα VY ἕκαστον Σβγ 7 οὕτως V 9 ἔστι] ἔτι V 11 τόπων Υβγ OM. Σ 12 τῆς αὐτῶν τῶν VY τῶν τῆς αὐτῆς Σβγ τῆς ἀφέσεως Vay ἀφ. β 12.13 καὶ ἔτι—ἀστέρων om. γ 14 post οὕτως nov. tit. περὶ τόπων ἀφετικῶν Σ περὶ τόπων τῆς ἀφέσεως ἤτοι τῆς ζωῆς S2 i. mg. 15 τόπους μὲν πρῶτον VYS πρ. μ. τ. ΣDMγ l? τὸν] τὴν V 18 μοίρας V 19 μοιρῶν VDy ἐπικέντρων μοιρῶν Y om. ΣMS 20 τὰς VS ταῖς Y τοὺς ΣDMγ δεξιὰς β δεξιοὺς Σ om. γ 21 τὰς V τοὺς Y τε ΣβC τε καὶ Α ἀγαθοῦ δαίμ. VS ἀγαθοδαίμονος Υ ἀγαθοποιοῦ αίμ. ΣDMγ)

130
μεσουρανήματος καὶ τριγώνους τοῦ καλουμένου θεοῦ καὶ διαμέτρους τοῦ δύνοντος, προκρινομένων καὶ ἐν τούτοις εἰς δύναμιν ἐπικρατήσεως πρῶτον μὲν τῶν κατὰ τὸ ὑπὲρ γῆν μεσουράνημα, εἶτα τῶν κατὰ τὴν ἀνατολήν, εἶτα τῶν κατὰ τὴν ἐπαναφοράν τοῦ μεσουρανήματος, εἶτα τῶν κατὰ τὸ δῦνον, εἶτα τῶν κατὰ τὸ προηγούμενον τοῦ μεσουρανήματος.

τό τε γὰρ ὑπὸ γῆν πᾶν εἰκότως ἀθετητέον πρὸς τὴν τηλικαύτην κυρείαν πλὴν μόνων τῶν παρ’ αὐτὴν τὴν ἐπαναφορὰν εἰς φῶς ἐρχομένων, τοῦ τε ὑπὲρ γῆν οὔτε τὸ ἀσύνδετον τῷ ἀνατέλλοντι δωδεκατημόριον ἁρμόζει παραλαμβάνειν, οὔτε τὸ προανατεῖλαν, ὃ καλεῖται [*](c 33v) τοῦ κακοῦ δαίμονος, ἐπειδήπερ κακοῖ τὴν ἐπὶ τὴν γῆν ἀπόρροιαν τῶν έν αὐτῷ ἀστέρων μετὰ τοῦ καὶ ἀποκεκλικέναι, θολοῖ καὶ ὥσπερ ἀφανίζει τὸ ἀναθυμιώμενον ἐκ τῶν τῆς γῆς ὑγρῶν παχὺ καὶ ἀχλυῶδες, παρ’ 3 καὶ τοῖς χρώμασι καὶ τοῖς μεγέθεσιν οὐ κατὰ φύσιν ἔχοντες φαίνονται.

μετὰ δὲ ταῦτα πάλιν ἀφέτας παραληπτέον τούς τε κυριωτάτους τέσσαρας τόπους, ἥλιον, σελήνην, ὠροσκόπον, κλῆρον τύχης, καὶ τοὺς τούτων οἰκοδεσποτήσαντας, [*](m 120) κλῆρον μέντοι τύχης τὸν συναγόμενον ἀπὸ τοῦ ἀριθμοῦ πάντοτε καὶ νυκτὸς καὶ ἡμέρας τοῦ ἀπὸ ἡλίου ἐπὶ σελήνην καὶ τὰ ἴσα φέροντος ἀπὸ τοῦ ὡροσκόπου κατὰ τὰ [*](2 τοῦ] οὐ V ἐν] ἐκ V 8 ἐπικρατήσεως β τῶν ἐπικρατήσεων Σ τῆς ἐπικρατήσεως γ τῶν Sy τὸ VDM τῆς Σ om. Y 4 μεσουράνημα βγ μεσουρανήματι Σ μεσουράνημα ἑστώτων VY τῶν] τὴν V 5 μεσουρανήματος] μορίου V 7 ἀθετητέον] ἀθητέον Y 8 παρ’] ἐπ’ Y 9 ἐπαναφοράν γ ἀναφορὰν αMS 10 post δωδεκατ.: ὃ λέγεται ἀργὸς Σ i. mg. ὅπερ καλοῦσι τόπον ἀργὸν γ i. mg. 11 ὃ om. V καλεῖται γ καὶ καλ. ΣMS 12 τοῦ om. αMS ἐπειδήπερ Σβγ ἐπείπερ V ὅπερ κακοῖ Σβγ τὴν (alt) Σ 13 ἀστέρων om.MS 16 φαίνονται Vaβ φαίνεται γ l9 τοὺς om. V post οἰκοδεσποτήσαντας nov. tit: περὶ τοῦ κλήρου τῆς τύχης add. Σ μέντοι] μὲν V 20 τῷ συναγομένῳ γ ἀπὸ τοῦ ἀριθμοῦ αβ ἀριθμῷ τῶν μοιρῶν γ 21 πάντοτε] π. τῶνμοιρῶν Σ καὶ νυκτὸς καὶ ἡμ. VY καὶ ἡμ. κ. ν. Σβ ἡμ δηλαδὴ καὶ νυκτὸς γ 22 τὰ ἴσα αβ εἰς τὰ ἴσα V τὸν ἴσον ἀριθμόν γ φέροντος VY ἀφαιροῦντες Σβγ τοῦ ὡρ.] τῆς τοῦ ὡροσκόπου μοίρας γ)

131
ἑπόμενα τῶν ζῳδίων, ἵνα ὃν ἔχει λόγον καὶ σχηματισμὸν ὁ ἥλιος πρὸς τὸν ὡροσκόπον, τοῦτον ἔχη καὶ ἡ σελήνη πρὸς τὸν κλῆρον τῆς τύχης καὶ ᾗ ὥσπερ σεληνιακὸς ὡροσκόπος.

ἴσως δὲ αὐτὸ τοῦτο θέλει τε καὶ δύναται παρὰ τῷ συγγραφεῖ τὸ τοῖς νυκτὸς γεννωμένοις ἀπὸ σελήνης ἐπὶ ἥλιον ἀριθμεῖν καὶ ἀνάπαλιν ἀπὸ τοῦ ὡροσκόπου, τουτέστιν εἰς τὰ προηγούμενα, διεκβάλλειν· καὶ οὕτως γὰρ κἀκεῖνος 6 αὐτὸς τόπος τοῦ κλήρου καὶ 6 αὐτὸς τοῦ συσχηματισμοῦ λόγος ἐκβήσεται.

[*](m 130)

προκριτέον δὲ καὶ ἐκ τούτων ἡμέρας μὲν πρῶτον τὸν ἥλιον, ἐάνπερ ἐν τοῖς ἀφετικοῖς τόποις, εἰ δὲ μή, τὴν σελήνην, εἰ δὲ μή, τὸν πλείους ἔχοντα λόγους οἰκοδεσποτείας πρός τε τὸν ἥλιον καὶ τὴν προγενομένην σύνοδον καὶ πρὸς τὸν ὡροσκόπον, τουτέστιν ὅταν τῶν οἰκοδεσποτικῶν δεσποτικῶν τρόπων ε΄ ὄντων τρεῖς ἔχῃ πρὸς ἕνα ἢ καὶ πλείους τῶν εἰρημένων, εἰ δὲ μή, τελευταῖον τὸν ὡροσκόπον, [*](c 34) νυκτὸς δὲ πρῶτον τὴν σελήνην, εἶτα τὸν ἥλιον, [*](1 post ζῳδίων: ὅπου δ’ ἂν ἐκπέσῃ ὁ ἀριθμός, ἐκείνην τὴν μοῖραν τοῦ δωδεκατημορίου καὶ τὸν τόπον φαμὲν ἐπέχειν τὸν κλῆρον τῆς τύχης Σγ 2, ὡροσκόπον VD ἀνατολικὸν ὁρίζοντα αMS τὴν ὡροσκοποῦσαν μοῖραν τοῦ ἀνατέλλοντος δωδεκατημορίου γ 3 post ὠροσκόπνς: πλὴν ὀφείλομεν ὁρᾶν ποῖον τῶν φώτων ἐπὶ τὰ ἑπόμενα εὑρίσκηται τοῦ ἑτέρου· εἰ μὲν γὰρ ἡ σελήνη (ὡς add. πρὸς τὰ ἑπόμενα μᾶλλον εὑρίσκηται τοῦ ἡλίου, τὸν ἐκβαλλόμενον ἀπὸ τοῦ ὡροσκόπου ἀριθμὸν ἐπὶ. τὸν κλῆρον τῆς τύχης, ὡς πρὸς τὰ ἑπόμενα τῶν ζῳδίων δεῖ ἡμᾶς τοῦτον διεκβάλλειν, εἰ δὲ ὡς πρὸς τὰ ἡγούμενα τοῦ ἡλίου μᾶλλον εὑρίσκηται ἡ σελήνη, τὸν αὐτὸν ἀριθμὸν ὡς πρὸς τὰ ἡγούμενα (προηγ. γ) τοῦ ὡροσκόπου δεῖ δι- Σ) Σγ hoc scholion ’ab aliquo interprete temere insertum' (m) β 4 ἴσως—9 ἐκβήσεται om. S ἴσως—7 διεκβάλλειν om. γ 7 διεκβάλλειν βαλεῖν αDM 8 κλήρου VαDM κλ. τῆς τύχης γ 9 σχηματισμοῦ Σ ἐκβήσεται γ εὑρεθήσεται ΣΜ 10 nov. tit. πόσοι ἀφέται praemittit Σ περὶ τόπων τῆς ἀφέσεως S2 i. mg. καὶ ἐκ 0111. Σβγ 12 τὸν—ἔχοντα. .V τὴν— ἔχ. Y τοὺς—ἔχοντας Σβγ 13 ad τὸν ἥλιον: ἤγουν τὸ ζῴδιον ὃ ἐπέχει ὁ ABBREV C supra lin. σύνοδον VaDSy εἴσοδον D2 (i. mg.) M 15 τρόπων] τόπων S 16, μὴ] μὴ δὲ V post ὡροσκ.: δῆλον ὅτι εἴπερ ὁ ABBREV ἐν ταῖς ἑπομέναις ἡμέραις τοῦ ὡροσκόπου Y)

132
εἶτα τὸν πλείους ἔχοντα λόγους οἰκοδεσποτείας πρός τε τὴν σελήνην καὶ πρὸς τὴν γενομένην πανσέληνον καὶ τὸν κλῆρον τῆς τύχης, εἰ δὲ μή, τελευταῖον συνοδικῆς μὲν οὔ· σης τῆς προγενομένης συζυγίας τὸν ὡροσκόπον, πανσεληνιακῆς δὲ τὸν κλῆρον τῆς τύχης.