Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

ἐπεὶ δὲ καὶ ἐπὶ πάντων ἡ αὐτὴ σχεδὸν ἀναλογία συντηρεῖται, δυνατὸν ἔσται κατὰ τοῦτον τὸν τρόπον ἁπλούστερον τῇ μεθόδῳ χρῆσθαι. πάλιν γὰρ ἀνατελλούσης μὲν τῆς προηγουμένης μοίρας ταῖς μέχρι τῆς ἑπομένης ἀναφοραῖς συγχρησόμεθα, μεσουρανούσης δὲ ταῖς ἐπ’ ὀρθῆς τῆς σφαίρας, δυνούσης δὲ ταῖς καταφοραῖς, ὅταν δὲ μεταξὺ τούτων ᾗ, ὡς λόγου ἕνεκεν ἐπὶ τῆς ἐκκειμένης διαστάσεως τοῦ Κριοῦ, ληψόμεθα πρῶτον τοῦς ἐπιβάλλοντας χρόνους ἑκατέρῳ τῶν περιεχόντων κέντρων, εὑρήσομεν δέ, ἐπειδὴ μετὰ τὸ μεσουράνημα τὸ ὑπὲρ γῆν ὑπέκειτο ἡ ἀρχὴ τοῦ Κριοῦ μεταξὺ τοῦ μεσουρανοῦντος κέντρου καὶ τοῦ δύνοντος, τοὺς ἐπιβάλλοντας χρόνους μέχρι τῆς ἀρχῆς τῶν Διδύμων, τῶν μὲν συμμεσουρανήσεων νݲηݲ, τῶν δὲ συγκαταδύσεων [*](m 140) οݲ, ἔπειτα μαθόντες, ὡς πρόκειται,

πόσας καιρικὰς ἀπέχει τὸ προηγούμενον τμῆμα ὁποτέρου τῶν κέντρων, ὅσον ἂν ὦσι μέρος αὗται τῶν τοῦ τεταρτημορίου καιριἐμεσουράνη [*](1 V νݲηݲ] νݲζݲ μδ΄ γ ἔδυνε Σβγ ἕδεινεν δύνη Y 2 οݲ] οݲ λς΄ Σ οݲ λβ΄ γ 3 μεσουρανήσεως γ μεσουρανούσης VS 4 ξݲδݲ] ξݲδݲ ἔγγιστα γ 6 ἄλλων VYDy ὅλων ΣΜS 7 ἦν] ἦν ἔγγιστα γ 9 κατὰ Σβγ καὶ V καὶ κατὰ Y 12 συγχρησ. VYDy χρησ. ΣMS μεσουρανοῦσα V 14 ἦ] ᾖν V ὡς VY οἷον Σβγ 15 ἐπὶ] ὡς ἐπὶ γ 16 περιεχόντων VYS περιεχομένων ΣDMγ 17 τὸ om.V 20 χρόνους β χρ. ξݲδݲ ἔγγιστα Σγ τῆς ἀρχῆς Y om. νΣβγ 21 μὲν YS Σβγ μὲν ΥS μὲν μ(!) V δὲ ΣDMγ συμ μεσ. VΣβC μεσ. ΥΑ καταδύσεων V 22 ὅσας Υ 23 ἀκέχει ΣSγ ἀπέχῃ VYDM ὁποτέρου V «Sy ὁποτέρας DM κέντρων om. V)

141
κῶν ὡρῶν ἓξ, τοσοῦτον μέρος τῆς ἀμφοτέρων τῶν συναγωγῶν ὑπεροχῆς προσθήσομεν ἀφελοῦμεν τῶν συγκρινομένων [*](c 36ν) κέντρων, οἷον ἐπεὶ τῶν προκειμένων οݲ καὶ νݲηݲ ἡ ὑπεροχή ἐστι χρόνων ιݲβݲ, ὑπέκειτο δὲ τὰς ἴσας καιρικὰς ὥρας τρεῖς ὁ προηγούμενος τόπος ἑκατέρου τῶν κέντρων ἀπέχων, αἴ εἰσι τῶν ἓξ ὡρῶν ἥμισυ μέρος, λαβόν τες καὶ τῶν ιݲβݲ χρόνων τὸ ἥμισυ ἤτοι τοῖς νݲηݲ ἢ τῶν οݲ ἀφελόντες εὑρήσομεν τὴν ἐπιβολὴν χρόνων ξݲδݲ.

εἰ δέ γε δύο καιρικὰς ὥρας ἀπεῖχεν ὁποτέρου τῶν κέντρων, αἴ εἰσι τῶν ςݲ ὡρῶν τὸ τρίτον μέρος, τὸ τρίτον πάλιν τῶν τῆς ὑπεροχῆς ιݲβݲ χρόνων, τουτέστι τοὺς δݲ. εἰ μὲν ἡ τῶν δύο ὡρῶν ἀποχή ἀπὸ τοῦ μεσουρανήματος ὑπέκειτο, προσεθήκαμεν ἂν τοῖς νݲηݲ χρόνοις, εἰ δὲ τοῦ δύνοντος, ἀφείλομεν ἂν ἀπὸ τῶν οݲ. ὁ μὲν οὖν τῆς τῶν χρονικῶν διαστάσεων ποσότητος οὕτως ἡμῖν κατὰ τὸ ἀκόλουθον ὀφείλει λαμβάνεσθαι.

διακρινοῦμεν δὲ λοιπὸν ἐφ’ ἑκάστης τῶν προειρημένων νων ἢ καὶ καταδύσεων κατὰ τὴν ἀπὸ τῶν ὀλιγοχρονιωτέρων τάξιν τάς τε ἀναιρετικὰς καὶ τὰς κλιμακτηρικὰς [*](m 141) καὶ τὰς ἄλλως παροδικὰς διά τε τοῦ ἢ κεκακῶσθαι τῆν ὑπάντησιν ἢ βοηθεῖσθαι κατὰ τὸν προειρημένον ἡμῖν τρόπον καὶ διὰ τῶν καθ’ ἕκαστον τῶν διασημαινομένων ἐκ τῆς ὑπαντήσεως χρονικῶν ἐπεμβάσεων.

κεκακωμένων γὰρ ἅμα τῶν τόπων καὶ τῆς πρὸς τὴν [*](2 ἢ προσθήσομεν γ τῶν συγκρ. κέντρων V τῷ συγκρινομένῳ κέντρῳ αβγ 3 προυποκειμένων V οݲ καὶ νݲηݲ VY 4 ἡ αβγ ἐτῶν V 6 ὡρῶν om. αMS λαβ. VYDSy λαβ. δὲ ΣΜ 7 χρόνων Σγ δύο V cm. Υβ ἤτοι VYDy καὶ ἤτοι ΣMS 9 ξݲδݲ VYSy ξݲαݲ ΣDM 12 ἡ—ἀπχὴ VY χαὶ Σβγ μεσουρανήματος Σβ μεσουράνημα τῆς(!) Y μεσουρανοῦντος γ 13 ὑπέκειτο VY ὑπέκειντο Σβγ ἂν Vocy αὐ et lac. 3 litt. S αὐτοῖς DM 15 διαστάσεων Υγ διαστάσεως Σβ 17 εἰρημένων Y 19 ὀλιγ. YS Procl. λιγοχρ. (!) V ὀλιγοχρονιωτάτων ΣDMγ καὶ τὰς—20 παροδικὰς om. Y 21 βοηθεῖσθαι om. M (lac. ind.) προείρ. αΜS Procl. εἰρ. VDγ 24 γὰρ ἅμα om. Y τῆς αDγ τῶν MS)

142
ἐπέμβασιν τῶν ἐτῶν παρόδου τῶν ἀστέρων κακοποιούσης τοὺς κυριωτάτους τόπους ἄντικρυς θανάτους ὑπονοητέον, τοῦ δὲ ἑτέρου τούτων φιλανθρωποῦντος κλιμακτῆρας μεγάλους καὶ ἐπισφαλεῖς, ἀμφοτέρων δὲ νωθρίας μόνον ἢ βλαβὰς καὶ καθαιρέσεις παροδικάς τῆς καὶ ἑν τούτοις ἰδιότητος λαμβανομένης ἀπὸ τῆς τῶν ὑπαντητικῶν τόπων πρὸς τὰ τῆς γενέσεως πράγματα συνοικειώσεως.

οὐδὲν δὲ ἐνίοτε κωλύει, δισταζομένων τῶν τὴν ἀναιρετικὴν κυρίαν λαμβάνειν ὀφειλόντων τὰς καθ’ ἕκαστον αὐτῶν ὑπαντήσεις ἐπιλογιζομένους ἤτοι ταῖς μάλιστα πρὸς τὰ ἐκβάντα ἤδη τῶν συμπτωμάτων συμφωνούσαις καὶ πρὸς τά μέλλοντα κατακολουθεῖν ἢ πρὸς ἁπάσας ὡς κατ’ ἰσότητα τῆς δυνάμεως ἰσχυούσας παρατηρητικῶς ἔχειν τὸ μᾶλλον καὶ ἧττον αὐτῶν κατὰ τὸν αὐτὸν τρόπον ἐπισκεπτομένους.

Ἐφωδευμένης δὲ καὶ τῆς τοῦ περὶ χρόνων ζωῆς λόγου πραγματείας λέγομεν ἀρχὴν τῶν κατὰ μέρος, λαβόντες [*](m 142) κατὰ τὴν οἰκείαν τάξιν περί τε τῆς μορφῆς καὶ τῆς σωματικῆς διατυπώσεως, ἐπειδὴ καὶ τά τοῦ σώματος τῶν τῆς ψυχῆς προτυποῦται κατὰ φύσιν, τοῦ μὲν σώματος [*](c 37) [*](16 cf. Heph. ΙΙ 12: CCAG VIII 3,129; ib. V 1, 44 f. 176. 20 of, 00.135, 24 93.; Boll, Studien, 88 ss.) [*](1 ἐπέμβασιν VProcl. ἔμβασιν Υ ἕκβασιν Σβγ τῶν ἐπῶν VDγ τῶν ἐτῶν τῆς ΣΜS τῶν αὐτῶν τὸν κατὰ τὸν περίπατον θεορουμένων (!) χρόνων, ἐν οἷς κόλλισις γίνεται Y 6 ἀπὸ] ὑπὸ Y 8 διστασόμενον V 10 πρὸς τὰ om.V 11 ἤδη VΣβ ἴδη Υ εἴδη γ 12 ἁπάσας] ἃς πάσας V 18 παρατηρητικῶς αSC παρατηρικῶς VDMA 14 ἐπισκεπτόμενα V 16 ἐπίσκεψις περὶ τῆς μορφώσεως καὶ διατυπώσεως τῶν σωμάτων S2 i, mg, 17 λόγου VYDy τόπου ΣMS 18 τῶν VDy τὴν αΜS λαβόντες VY Procl. λαμβάνοντες Σβγ 10 μορφῆς VYC μορφώσεως ΣβΑ 19. 20 σωματικῶς S 20.21 τῶν τῆς ψυχῆς VY πρὸς τὴν ψυχὴν Σβγ Procl. fortasse recte)

143
διὰ τὸ ὑλικώτερον συγγεννωμένας ἔχοντος σχεδὸν τὰς, τῶν ἰδιοσυγκρασιῶν φαντασίας, τῆς δὲ ψυχῆς μετὰ ταῦτα καὶ κατὰ μικρὸν τὰς ἀπὸ τῆς πρώτης αἰτίας ἐπιτηδειότητας ἀναδεικνυούσης, τῶν δ’ ἐκτὸς ἔτι μᾶλλον ὕστερον κατὰ τὸν ἐφεξῆς χρόνον ἐπισυμπιπτόντων.