Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

παρατηρητέον οὗν καθόλου μὲν τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τοὺς ἐπόντας ἢ τοὺς τὴν οἰκοδεσποτείαν αὐτοῦ λαμβάνοντας τῶν πλανωμένων, καθ’ ὃν εἰρήκαμεν τρόπον, ἐπὶ μέρους δὲ καὶ τὴν σελήνην ὡσαύτως· διὰ γὰρ τῆς τῶν τόπων τούτων ἀμφοτέρων καὶ τῆς τῶν οἰκοδεσποτησάντων διαμορφωτικῆς φύσεως καὶ τῆς καθ’ ἑκάτερον εἶδος συγκράσεως καὶ ἔτι τῆς τῶν συνανατελλόντων αὐτοῖς ἀπλανῶν ἀστέρων σχηματογραφίας τὰ περὶ τὰς διατυπώσεις τῶν σωμάτων θεωρεῖται, πρωτευόντων μὲν τῇ δυνάμει τῶν τὴν οἰκοδεδποτείαν ἐχόντων ἀστέρων, ἐπισυνεργούσης δὲ καὶ τῆς τῶν τόπων αὐτῶν ἰδιοτροπίας. τὸ μέντοι καθ’ ἕκαστον καὶ ὡς ἄν τις ἁπλῶς οὕτως ἀποδοίη, τοῦτον ἔχει τὸν τρόπον.

πρῶτον γὰρ ἐπὶ τῶν ἀστέρων ὁ μὲν τοῦ Κρόνου [*](m 143) ἀνατολικὸς ὢν τῇ μὲν μορφῇ μελιχρόας ποιεῖ καὶ εὐεκτικοὺς καὶ μελανότριχας καὶ οὐλοκεφάλους καὶ δασυστέρνους καὶ μεσοφθάλμους καὶ συμμέτρους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ, [*](1 συγγεννωμένας βγ συγγενομένας α ἔχοντος αMSγ ἔχοντες VD 2 ἰδιοσυγκρασιῶν Σβγ Procl. ἰδιοσυγκρισίων V ἰδίων συγκρήσεων Y 4 ἀναδεικν. VY ἐπιδεικν. Σβγ ὕστερον VY καὶ βγ om.Σ 5 ἐπισυμπτώτων Υ 6 οὖν] συν- Y ad ἀνατολικὸν ἤγουν τὸν ὡροσκόπον γ ἐπόντας Σβγ ἕποντας VY 7 τοὺς τὴν MS τοὺς γ τὴν α λαβόντας Y 9 τὴν] τῶν τὴν V 10 δια. μορτικῆς(!) V 11 ἑκάτερον VΣβC ἕκαστον Υ ἕτερον Α 16 τὸ πρῶτον Σ 17 ἔχη V 19 γὰρ ΣS μὲν γὰρ ΥDMγ ἀστ.] ἀστ. τὸ τὸν ὡροσκόπον Y Κρόνου] (??) οἰκοδεσποτήσας τοὺς προκειμένους τόπους Y 20 ὢν] τῶν τῇ—μορφῆ V V τὴν—μοεδὴν αβγ μελιχρόας μελίχρους Υ μελιχρόους Procl. μελάγχρους Σβγ εὐεκτικοὺς Σβγ εὐεκτίας VY 21 δασυστέρνους καὶ μεσοφθαλαοὺς VY μεγαλοφθάλμους Σβγ)

144
δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ μέλανας καὶ σπινώδεις καὶ μικροὺς καὶ ἁπλότριχας καὶ ὑποψίλους καὶ ὑπορρύθμους καὶ μελανοφθάλμους, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ.

ὁ δὲ τοῦ Διὸς οἰκοδεσποτήσας τοὺς προκειμένους τό· πους ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκοὺς ἐπὶ τὸ εὕχρουν καὶ μεσότοιχα καὶ μεγαλοφθάλμους καὶ εὐμεγέθεις καὶ ἀξιωματικούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ ὑγρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν χρόᾳ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχάς τε καὶ ἀναφαλαντιαίους καὶ μεσοφαλάκρους καὶ μετρίους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ.

ὁ δὲ τοῦ Ἄρεως ὁμοίως ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκερύθρους καὶ εὐμεγέθεις καὶ εὐέκτας καὶ γλαυκοφθάλμους καὶ δασεῖς καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ ἐρυθροὺς ἁπλῶς καὶ μετρίους τοῖς μεγέθεσι καὶ μικροφθάλμους καὶ ὑποψίλους καὶ ξανθότριχας [*](m 144) καὶ τετανούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ.

ὁ δὲ τῆς Ἀφροδίτης τὰ παραπλήσια ποιεῖ τῷ τοῦ Διός, ἐπὶ μέντοι τὸ εὐμορφώτερον καὶ ἐπιχαριτώτερον καὶ γυναικοπρεποδέστερον καὶ θηλυμορφώτερον καὶ εὐχυμότερον καὶ τρυφερώτερον, ἰδίως δὲ τοὺς ὀφθαλμοὺς [*](c 37v) ποιεῖ μετὰ τοῦ εὐπρεποῦς ὑποχαροπούς.

[*](1 σπινώδης VY 2 ὑποψίλους αβγ ψιλοὺς V ὑπορρύθμους Σβγ ὑπορίθμους VY 3 τὸ om. ΣMS 7 μεσότριχας] μεσότειχον μεγαλοφθ. VYS Procl. μελανοφθ. ΣDMγ 10 χρόα V Procl. χρώᾳ Υ χροίᾳ Σβγ 10.11 τετανότριχας αβγ τετανόποιχας 11 ἀναφαλαντιαίους V ἀναφανταλιαίους Y ἀναφαλάνδους Σβγ μεσοφαλάκρους VY Procl. μεσοφαλάνδους Σβγ 14 Ἄρ. ΣMD Procl. Ἄρ. ὁμοίως VYDy 15 λευκερύθους V 19 μικροφθάλμους VYS Procl. μικροκεφάλους ΣDMγ 22 τὰ om. ΣMS 24 θηλυμορφώτερον VY Procl. εὐσχημονέστερον Σβγ 25 τρυφώτερον V δὲ αβγ καὶ V 26 ὑποχαροπούς α ὑποχαροποίους βγ)
145

δὲ τοῦ Ἑρμοῦ ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ μελίχροας καὶ συμμέτρους τοῖς μεγέθεσι καὶ εὐρύθμους καὶ μικροφθάλμους καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχας, μελαγχλώρους καὶ σπινούς καὶ ἰσχνοὺς καὶ λοξοφθάλμους τε καὶ αἰγόπους καὶ ὑπερύθρους, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ

συνεργοῦσι δὲ ἑκάστῳ τούτων συσχηματισθέντες ὁ μὲν ἥλιος ἐπὶ τὸ μεγαλοπρεπέστερον καὶ εὐεκτικώτερον, ἡ δὲ σελήνη, καὶ μάλισθ’, ὅταν τὴν ἀπόρροιαν αὐτῆς ἐπέχωσι, καθόλου μὲν ἐπὶ τὸ συμμετρώτερον καὶ ἰσχνώτερον καὶ τῇ κράσει ὑγρότερον, κατὰ μέρος δὲ ἀναλόγως τῇ τῶν φωτισμῶν ἰδιότητι κατὰ τὴν ἐν ἀρχῇ τῆς συντάξεως ἐκτεθειμένην κρᾶσιν.