Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἷεν τοσαῦται. λέγονται δὲ [*](m 51) καὶ ἰδοπροσωπεῖν μὲν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώζῃ πρὸς ἥλιον ἢ σελήνην σχηματισμόν, ὅνπερ καὶ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους, οἷον ὅταν ὁ τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιήσῃ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σελήνην δὲ ἑῷος ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις.

λαμπήναις δ’ ἐν ἰδίαις λέγονται εἶναι καὶ θρόνοις καὶ τοῖς [*](14 Heph. I 19) [*](1 δὲ] δὲ τὸ βγ 2.3 καὶ τὰς τῶν ὁρίων 0m. α 9 γὰρ] μὲν γὰρ α 10 συγχρῆσθαι La συγχωρῆσθαι V συγχρήσασθαι βγ 18 ἐμπεριποιησάντων VLY περιποιησάντων β περιποιοῦντων γ τοῦ] τῶν τοῦ β 14.15 τῶν τοιούτων V β γ θρόνων Σ 0m. Y 18 ἰδιοπροσωπεῖν β γ ἰδιοπροσωποὶ α ὅταν om. Σ 19 πρὸς τὸν ἥλιον βγ συσχηματισμὸν V 21 ποιῇ α 28.24 λαμπ. δὲ ἐν ἰδ. VYβγ καὶ ἐν λαμπ. ἰδ. Σ ἐν ἰδίοις θρόνοις L 24 Σ om. VLY βγ θρόνοις] λαμπήναις L)

54
τοιούτοις, ὅταν κατὰ δύο ἢ καὶ πλείους τῶν προεκτεθειμένων τρόπων συνοικειούμενοι τυγχάνωσι τοῖς τόποις ἐν οἷς καταλαμβάνονται, τότε μάλιστα τῆς δυνάμεως τῶν πρὸς ἐνέργειαν αὐξομένης διὰ τὸ ὅμοιον καὶ συμπρακτικὀν τῆς τῶν περιεχόντων δωδεκατημορίων ὁμοφύλου οἰκειότητος.

χαίρειν δέ φασιν αὐτούς, ὅταν κἄν μὴ πρὸς αὐτοὺς ἡ συνοικείωσις τῶν περιεχόντων ξῳδίων ἀλλὰ μέντοι πρὸς τοὺς τῶν αὐτῶν αἱρέσεων, ἐκ μακροῦ μὲν μᾶλλον οὕτως-γινομένης τῆς συμπαθείας, κοινωνούσης δὲ ὅμως καὶ κατὰ τὸν τοιοῦτον τρόπον τῆς ὁμοιότητος, ὥσπερ, ὅταν ἐν τοῖς ἠλλοτριωμένοις καὶ τῆς ἐναντίας αἱρέσεως τόποις καταλαμβάνωνται, πολὺ παραλύεται τῆς οἰκείας αὐτῶν δυνάμεως, ἄλλην τινὰ φύσιν μικτὴν ἀποτελούσης τῆς κατὰ τὸ ἀνόμοιον τῶν περιεχόντων ξῳδίων κράσεως.