Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Διεῖλον δέ τινες καὶ εἰς ἔτι τούτων λεπτομερέστερα τμήματα τὰς οἰκοδεσποτείας, τόπους καὶ μοίρας ὀνομάσαντες· καὶ τόπον μὲν ὑποτιθέμενοι τὸ τοῦ δωδεκατημορίου δωδεκατημόριον, τουτέστι μοίρας β΄ ἥμισυ καὶ [*](m 50) διδόντες αὐτοῦ τὴν κυρείαν τοῖς ἐφεξῆς ξῳδίοις, ἄλλοι δὲ καὶ κατ’ ἄλλας τινὰς ἀλόγους τάξεις, μοῖραν δὲ ἐκάστην πάλιν ἀπ’ ἀρχῆς ἑκάστῳ διδόντες τῶν ἀστέρων ἀκολούθως τῇ τάξει τῶν Χαλδαϊκῶν ὁρίων.

ταῦτα μὲν οὖν πιθανὸν <μόνον> καὶ οὐ φυσικὸν ἀλλὰ κενόδοξον ἔχοντα [*](c13v) [*](11 Antiochus vel potius Rhetorius CCAG I 154, 17 19 πιθανὸν cf. Schol. B Il. XX 67 (IV 233, 1 Dind.)) [*](3 ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBREV ABBERV 7 γίνεται—τξ΄ om. Lα ἐπισυνθέσεως Vβ συνθέσεως γ 8 πβ΄ Ἑρμοῦ om. V 9 ὁμοῦ DΜγ γίνονται VS 10 tit. om. α 14 τουτέστι—ἥμισυ om. γ μοίρας] μόρια V post ἥμισυ: ἀρχόμενοι ἀπὸ τοῦ δωδεκατημορίου (ξῳδίουγ) καθ’ ὅ ἐστιν ὁ ἀστήρ add. Σγ 15 αὐτῶν βγ 18 ταῦτα μὲν οὖν α τοῦτο μὲν οὖν V τὰ μὲν β ἡμεῖς δὲ τὰ μὲν γ 19 πιθανὸν <μόνον> καὶ οὐ φυσικὸν Boll (cf. πιθανολογεῖν καὶ σοφίζεσθαι supra 46, 3) πιθανὸν καὶ οὐ φυσικὸν ω οὔτε πιθανὸν οὔτε φυσικὸν C0 (Le) 48, 37)

53
λόγον παρήσομεν· ἐκεῖνο δὲ ἐπιστάσεως ἄξιον τυγχάνον οὐ παραλείψομεν ὅτι καὶ τὰς τῶν δωδεκατημορίων καὶ τὰς τῶν ὁρίων ἀρχὰς ἀπὸ τῶν τροπικῶν καὶ τῶν ἰσημερινῶν σημείων εὐλογόν ἐστι ποιεῖσθαι, καὶ τῶν συγγραφέων τοῦτό πως ἐμφανισάντων, καὶ μάλιστα διότι τὰς φύσεις καὶ τάς δυνάμεις καὶ τὰς συνοικειώσεις αὐτῶν ὁρῶμεν ἐκ τῶν προαποδεδειγμένων ἀπὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν ἀρχῶν καὶ οὐκ ἀπ’ ἄλλου τινὸς ἐχούσας τὴν αἰτίαν·

ἄλλων γὰρ ἀρχῶν ὑποτιθεμένων ἢ μηκέτι συγχρῆσθαι ταῖς φύσεσιν αὐτῶν εἰς τὰς προτελέσεις ἀναγκασθησόμεθα ἢ συγχρώμενοι διαπίπτειν, παραβάντων καὶ ἀπαλλοτριωθέντων τῶν τὰς δυνάμεις αὐτοῖς ἐμπεριποιησάντων τοῦ ξῳδιακοῦ διαστημάτων.