Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Καθόλου συνάπτειν μὲν λέγονται τοῖς ἑπομένοις οἱ προηγούμενοι, ἀπερρυηκέναι δὲ οἱ ἑπόμενοι τῶν προηγουμένων, ἐφ’ ὅσον ἂν μὴ μακρὸν τὸ μεταξὺ αὐτῶν διάστημα. παραλαμβάνεται δὲ τὸ τοιοῦτον ἐάν τε σωματικῶς ἐάν τε καὶ κατά τινα τῶν παραδεδομένων σχηματισμῶν συμβαίνῃ·

πλὴν ὅτι γε πρὸς μὲν τὰς δι’ αὐτῶν [*](17 Heph. I 14, qui tamen hic sequitur Porphyrium.) [*](1 τοιούτοις Va τοιούτοις οἱ ἀστέρες λέγονται β τοιούτ. λέγονται ται οἱ ἀστέρες γ καὶ] κατὰ βγ 4 αὐξανομένης α 5 ὁμοφύλου L ὁμοφίλου ὁμοφυοῦς α βγ 6 post οἰκειότητος (οἰκειώσεως Σ) add. ἰδιοθρονεῖν καί λάμπειν λέγονται Σ βγ χαίρειν] φέρειν V 7 συνοικειώσεις V 9 μὲν om. α κοινωνούσης V βγ κοινωνοῦσι α 10 ὅμως V βγ ὁμοίως α τοιοῦτον βγ αὐτὸν α 18 τῆς V βγ τὸ τῆς α 18 καθόλου βγ καὶ καθ. α l9 ἀπερρυηκέναι α γ ἀπερρευκέναι νβ 22 κατά τινα αγ Procl. κατ' ἀκτῖνα β κατ' ἀκτῖνα)

55
τῶν σωμάτων συναφὰς καὶ ἀπορροίας καὶ τὰ πλάτη παρατηρεῖν αὐτῶν χρήσιμον εἰς τὸ μόνας τὰς ἐπὶ τὰ αὐτὰ μέρη τοῦ διὰ μέσων εὑρισκομένας παρόδους παραδέχεσθαι, πρὸς δὲ τὰς διὰ τῶν συσχηματισμῶν. περισσόν ἐστι τὸ τοιοῦτον, πασῶν ἀεὶ τῶν ἀκτίνων ἐπὶ τὰ αὐτὰ τουτέστιν ἐπὶ τὸ κέντρον τῆς γῆς φερομένων καὶ ὁμοίως πανταχόθεν συμβαλλουσῶν.

ἐκ δὴ τούτων ἁπάντων εὐσύνοπτον ὅτι τὸ μὲν ποιὸν ἑκάστου τῶν ἀστέρων ἐπισκεπτέον ἔκ τε τῆς ἰδίας αὐτῶν φυσικῆς ἰδιοτροπίας καὶ ἔτι τῆς περιεχόντων δωδεκατημορίων ἢ καὶ τῆς τῶν πρός τε τὸν ἥλιον καὶ τὰς γωνίας συσχηματισμῶν κατὰ τὸν ἐκτεθειμένον ἡμῖν περὶ αὐτῶν τούτων τρόπον, τὴν δὲ δύναμιν πρῶτον μὲν ἐκ τοῦ ἤτοι ἀνατολικοὺς αὐτοὺς εἶναι καὶ προσθετικοὺς ταῖς ἰδίαις κινήσεσι, τότε γὰρ μάλιστά εἰσιν ἰσχυροί, ἤ δυτικοὺς [*](m53) καὶ ἀφαιρετικούς, τότε γὰρ ἀσθενεστέραν ἔχουσι τὴν ἐνέργειαν,