Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. κεῖται, κάρα μάστιγι γογγύλῃ τυπείς,
  2. ῥείθροισιν ὠκὺς ἔνθα μύρεται Σίνις,
  3. ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν.
  4. πόλιν δʼ ὁμοίαν Ἰλίῳ δυσδαίμονες
  5. δείμαντες, ἀλγυνοῦσι Λαφρίαν κόρην
  6. σάλπιγγα, δῃώσαντες ἐν ναῷ θεᾶς
  7. τοὺς πρόσθʼ ἔδεθλον Ξουθίδας ᾠκηκότας.
  8. γλήναις δʼ ἄγαλμα ταῖς ἀναιμάτοις μύσει,
  9. στυγνὴν Ἀχαιῶν εἰς Ἰάονας βλάβην
  10. λεῦσσον φόνον τʼ ἔμφυλον ἀγραύλων λύκων,
  11. ὅταν θανὼν λῄταρχος ἱρείας σκύλαξ
  12. πρῶτος κελαινῷ βωμὸν αἱμάξῃ βρότῳ.
  13. ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησίους
  14. λίνου θʼ ἁλισμήκτοιο δειραίαν ἄκραν
  15. Ἀμαζόνος σύγκληρον ἄρσονται πέδον,
  16. δούλης γυναικὸς ζεῦγλαν ἐνδεδεγμένοι,
  17. ἣν χαλκομίτρου θῆσσαν ὀτρηρῆς κόρης
  18. πλανῆτιν ἄξει κῦμα πρὸς ξένην χθόνα.
  19. ἧς ἐκπνεούσης λοῖσθον ὀφθαλμὸς τυπεὶς
  20. πιθηκομόρφῳ πότμον Αἰτωλῷ φθόρῳ