Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- τεύξει τράφηκι φοινίῳ τετμημένῳ.
- Κροτωνιᾶται δʼ ἄστυ πέρσουσίν ποτε
- Ἀμαζόνος, φθέρσαντες ἄτρομον κόρην
- Κλήτην, ἄνασσαν τῆς ἐπωνύμου πάτρας.
- πολλοὶ δὲ πρόσθεν γαῖαν ἐκ κείνης ὀδὰξ
- δάψουσι πρηνιχθέντες, οὐδʼ ἄτερ πόνων
- πύργους διαρραίσουσι Λαυρήτης γόνοι.
- οἱ δʼ αὖ Τέρειναν, ἔνθα μυδαίνει ποτοῖς
- Ὠκίναρος γῆν, φοῖβον ἐκβράσσων ὕδωρ,
- ἄλῃ κατοικήσουσι κάμνοντες πικρᾷ.
- τὸν δʼ αὖ τὰ δευτερεῖα καλλιστευμάτων
- λαβόντα, καὶ τὸν ἐκ Λυκορμαίων ποτῶν
- στρατηλάτην σῦν, καρτερὸν Γόργης τόκον,
- τῇ μὲν Λίβυσσαν ψάμμον ἄξουσι πνοαὶ
- Θρῇσσαι ποδωτοῖς ἐμφορούμεναι λίνοις,
- τῇ δʼ ἐκ Λιβύσσης αὖθις ἐμπίπτων νότος
- εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας
- ἄξει βαρεῖ πρηστῆρι ποιμαίνων ἅλα.
- ἔνθα πλανήτην λυπρὸν ὄψονται βίον
- Λακμωνίου πίνοντες Αἴαντος ῥοάς.