Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί,
  2. ἔζευξε λέκτροις ποταμός· ἡ δὲ δαίμονι
  3. τῷ θηρομίκτῳ σκύλακα γενναῖον τεκνοῖ,
  4. τρισσῶν συνοικιστῆρα καὶ κτίστην τόπων.
  5. ὃς δὴ ποδηγῶν πτόρθον Ἀγχίσου νόθον
  6. ἄξει τρίδειρον νῆσον εἰς ληκτηρίαν,
  7. τῶν Δαρδανείων ἐκ τόπων ναυσθλούμενον.
  8. Αἰγέστα τλῆμον, σοὶ δὲ δαιμόνων φραδαῖς
  9. πένθος μέγιστον καὶ διʼ αἰῶνος πάτρας
  10. ἔσται πυρὸς ῥιπαῖσιν ᾐθαλωμένης.
  11. μόνη δὲ πύργων δυστυχεῖς κατασκαφὰς
  12. νήπαυστον αἰάζουσα καὶ γοωμένη
  13. δαρὸν στενάξεις. πᾶς δὲ λυγαίαν λεὼς
  14. ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος
  15. αὐχμῷ πινώδης λυπρὸν ἀμπρεύσει βίον.
  16. κρατὸς δʼ ἄκουρος νῶτα καλλυνεῖ φόβη,
  17. μνήμην παλαιῶν τημελοῦσʼ ὀδυρμάτων.
  18. πολλοὶ δὲ Σῖριν ἀμφὶ καὶ Λευταρνίαν
  19. ἄρουραν οἰκήσουσιν, ἔνθα δύσμορος
  20. Κάλχας ὀλύνθων Σισυφεὺς ἀνηρίθμων