Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- οὔπω τὸ Τιτοῦς λαμπρὸν αὐγάζων φάος
- οὐδʼ ἐκφυγὼν ὠδῖνας ἀλγεινὰς τόκων.
- τοιγὰρ πόποι φύξηλιν ἤνδρωσαν σπόρον,
- πύκτην μὲν ἐσθλόν, πτῶκα δʼ ἐν κλόνῳ δορός,
- καὶ πλεῖστα τέχναις ὠφελήσαντα στρατόν·
- ὃς ἀμφὶ Κῖριν καὶ Κυλιστάνου [*]( Κυλιστάνου Scheer from E.M. 544. 30 Κυλιστάρ(ν)ου.)γάνος
- ἔπηλυς οἴκους τῆλε νάσσεται πάτρας,
- τὰ δʼ ἐργαλεῖα, τοῖσι τέτρηνας βρέτας
- τεύξει ποτʼ ἐγχώροισι μέρμερον βλάβην,
- καθιερώσει Μυνδίας ἀνακτόροις.
- ἄλλοι δʼ ἐνοικήσουσι Σικανῶν χθόνα,
- πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶς
- ναύταις ἔδωκε Φοινοδάμαντος κόρας,
- ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος,
- τηλοῦ προθεῖναι θηρσὶν ὠμησταῖς βορὰν
- μολόντας εἰς γῆν ἕσπερον Λαιστρυγόνων,
- ὅπου συνοικεῖ δαψιλὴς ἐρημία.
- αἱ δʼ αὖ παλαιστοῦ μητέρος Ζηρυνθίας
- σηκὸν μέγαν δείμαντο, δωτίνην θεᾷ,
- μόρον φυγοῦσαι καὶ μονοικήτους ἕδρας,