Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ὅπου συνοικεῖ δαψιλὴς ἐρημία.
- αἱ δʼ αὖ παλαιστοῦ μητέρος Ζηρυνθίας
- σηκὸν μέγαν δείμαντο, δωτίνην θεᾷ,
- μόρον φυγοῦσαι καὶ μονοικήτους ἕδρας,
- ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί,
- ἔζευξε λέκτροις ποταμός· ἡ δὲ δαίμονι
- τῷ θηρομίκτῳ σκύλακα γενναῖον τεκνοῖ,
- τρισσῶν συνοικιστῆρα καὶ κτίστην τόπων.
- ὃς δὴ ποδηγῶν πτόρθον Ἀγχίσου νόθον
- ἄξει τρίδειρον νῆσον εἰς ληκτηρίαν,
- τῶν Δαρδανείων ἐκ τόπων ναυσθλούμενον.
- Αἰγέστα τλῆμον, σοὶ δὲ δαιμόνων φραδαῖς
- πένθος μέγιστον καὶ διʼ αἰῶνος πάτρας
- ἔσται πυρὸς ῥιπαῖσιν ᾐθαλωμένης.