Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. μόνη δὲ πύργων δυστυχεῖς κατασκαφὰς
  2. νήπαυστον αἰάζουσα καὶ γοωμένη
  3. δαρὸν στενάξεις. πᾶς δὲ λυγαίαν λεὼς
  4. ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος
  5. αὐχμῷ πινώδης λυπρὸν ἀμπρεύσει βίον.
  6. κρατὸς δʼ ἄκουρος νῶτα καλλυνεῖ φόβη,
  7. μνήμην παλαιῶν τημελοῦσʼ ὀδυρμάτων.
  8. πολλοὶ δὲ Σῖριν ἀμφὶ καὶ Λευταρνίαν
  9. ἄρουραν οἰκήσουσιν, ἔνθα δύσμορος
  10. Κάλχας ὀλύνθων Σισυφεὺς ἀνηρίθμων
  11. κεῖται, κάρα μάστιγι γογγύλῃ τυπείς,
  12. ῥείθροισιν ὠκὺς ἔνθα μύρεται Σίνις,
  13. ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν.
  14. πόλιν δʼ ὁμοίαν Ἰλίῳ δυσδαίμονες