Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. τοιγὰρ πόποι φύξηλιν ἤνδρωσαν σπόρον,
  2. πύκτην μὲν ἐσθλόν, πτῶκα δʼ ἐν κλόνῳ δορός,
  3. καὶ πλεῖστα τέχναις ὠφελήσαντα στρατόν·
  4. ὃς ἀμφὶ Κῖριν καὶ Κυλιστάνου [*]( Κυλιστάνου Scheer from E.M. 544. 30 Κυλιστάρ(ν)ου.)γάνος
  5. ἔπηλυς οἴκους τῆλε νάσσεται πάτρας,
  6. τὰ δʼ ἐργαλεῖα, τοῖσι τέτρηνας βρέτας
  7. τεύξει ποτʼ ἐγχώροισι μέρμερον βλάβην,
  8. καθιερώσει Μυνδίας ἀνακτόροις.
  9. ἄλλοι δʼ ἐνοικήσουσι Σικανῶν χθόνα,
  10. πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶς
  11. ναύταις ἔδωκε Φοινοδάμαντος κόρας,
  12. ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος,
  13. τηλοῦ προθεῖναι θηρσὶν ὠμησταῖς βορὰν
  14. μολόντας εἰς γῆν ἕσπερον Λαιστρυγόνων,