Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. λοιβαῖσι κυδανοῦσι καὶ θύσθλοις βοῶν.
  2. ὁ δʼ ἱπποτέκτων Λαγαρίας ἐν ἀγκάλαις,
  3. ἔγχος πεφρικὼς καὶ φάλαγγα θουρίαν,
  4. πατρῷον ὅρκον ἐκτίνων ψευδώμοτον,
  5. ὃν ἀμφὶ μήλων τῶν δορικτήτων τάλας
  6. πύργων Κομαιθοῦς συμπεφυρμένων στρατῷ
  7. στεργοξυνεύνων οὕνεκεν νυμφευμάτων
  8. Ἀλοῖτιν ἔτλη τὴν Κυδωνίαν Θρασὼ
  9. ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεὸν
  10. Κανδάονʼ ἤ Μάμερτον ὁπλίτην λύκον,
  11. ὁ μητρὸς ἐντὸς δελφύος στυγνὴν μάχην
  12. στήσας ἀραγμοῖς πρὸς κασίγνητον χεροῖν,
  13. οὔπω τὸ Τιτοῦς λαμπρὸν αὐγάζων φάος
  14. οὐδʼ ἐκφυγὼν ὠδῖνας ἀλγεινὰς τόκων.