Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- Ναύαιθος ἔνθα πρὸς κλύδωνʼ ἐρεύγεται.
- κτενοῦσι δʼ αὐτὸν Αὔσονες Πελλήνιοι
- βοηδρομοῦντα Λινδίων στρατηλάταις,
- οὓς τῆλε Θερμύδρου τε Καρπάθου τʼ ὀρῶν
- πλάνητας αἴθων Θρασκίας πέμψει κύων,
- ξένην ἐποικήσοντας ὀθνείαν χθόνα.
- ἐν δʼ αὖ Μακάλλοις σηκὸν ἔγχωροι μέγαν
- ὑπὲρ τάφων δείμαντες, αἰανῆ θεὸν
- λοιβαῖσι κυδανοῦσι καὶ θύσθλοις βοῶν.
- ὁ δʼ ἱπποτέκτων Λαγαρίας ἐν ἀγκάλαις,
- ἔγχος πεφρικὼς καὶ φάλαγγα θουρίαν,
- πατρῷον ὅρκον ἐκτίνων ψευδώμοτον,
- ὃν ἀμφὶ μήλων τῶν δορικτήτων τάλας
- πύργων Κομαιθοῦς συμπεφυρμένων στρατῷ
- στεργοξυνεύνων οὕνεκεν νυμφευμάτων
- Ἀλοῖτιν ἔτλη τὴν Κυδωνίαν Θρασὼ
- ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεὸν
- Κανδάονʼ ἤ Μάμερτον ὁπλίτην λύκον,
- ὁ μητρὸς ἐντὸς δελφύος στυγνὴν μάχην
- στήσας ἀραγμοῖς πρὸς κασίγνητον χεροῖν,