Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- καὶ τὸν δυνάστην τοῦ πετρωθέντος λύκου
- ἀποινοδόρπου καὶ πάγων Τυμφρηστίων.
- ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν
- ποθοῦντες, οἱ δʼ Ἐχῖνον, οἱ δὲ Τίταρον
- Ἶρόν τε καὶ Τρηχῖνα καὶ Περραιβικὴν
- Γόννον Φάλαννάν τʼ ἠδʼ Ὀλοσσόνων γύας
- καὶ Κασταναίαν, ἀκτέριστον ἐν πέτραις
- αἰῶνα κωκύσουσιν ἠλοκισμένοι.
- ἄλλην δʼ ἐπʼ ἄλλῃ κῆρα κινήσει θεός,
- λυγρὴν πρὸ νόστου συμφορὰν δωρούμενος.
- τὸν δʼ Αἰσάρου τε ῥεῖθρα καὶ βραχύπτολις
- Οἰνωτρίας γῆς κεγχρίνῃ βεβρωμένον
- Κρίμισα φιτροῦ δέξεται μιαιφόνον·
- αὐτὴ γὰρ ἄκραν ἄρδιν εὐθυνεῖ χεροῖν
- σάλπιγξ ἀποψάλλουσα Μαιώτην πλόκον·
- Δύρα παρʼ ὄχθαις ὅς ποτε φλέξας θρασὺν
- λέοντα ῥαιβῷ χεῖρας ὥπλισε Σεύθῃ
- δράκοντʼ ἀφύκτων γομφίων λυροκτύπῳ.
- Κρᾶθις δὲ τύμβους ὄψεται δεδουπότος,
- εὐρὰξ Ἀλαίου Παταρέως ἀνακτόρων,