Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- Μόψον Τιταιρώνειον ἔνθα ναυβάται
- θανόντα ταρχύσαντο, τυμβείαν δʼ ὑπὲρ
- κρηπῖδʼ ἀνεστήλωσαν Ἀργῷου δορὸς
- κλασθὲν πέτευρον, νερτέρων κειμήλιον,
- Αὔσιγδα Κινύφειος ᾗ τέγγων ῥόος
- νασμοῖς λιπαίνει, τῷ δὲ Νηρέως γόνῳ
- Τρίτωνι Κολχὶς ὤπασεν δάνος γυνὴ
- χρυσῷ πλατὺν κρατῆρα κεκροτημένον,
- δείξαντι πλωτὴν οἶμον, ᾗ διὰ στενῶν
- μύρμων ἐνήσει Τῖφυς ἄθραυστον σκάφος.
- Γραικοὺς δὲ χώρας τουτάκις λαβεῖν κράτη
- θαλασσόπαις δίμορφος αὐδάζει θεός,
- ὅταν παλίμπουν δῶρον ἄγραυλος λεὼς
- ῞Ελληνʼ ὀρέξῃ νοσφίσας πάτρας Λίβυς.
- εὐζὰς δὲ δειμαίνοντες Ἀσβύσται κτέαρ
- κρύψουσʼ ἄφαντον ἐν χθονὸς νειροῖς μυχοῖς,
- ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην
- ναύταις συνεκβράσουσι Βορραῖαι πνοαί,
- τόν τʼ ἐκ Παλαύθρων ἔκγονον Τενθρηδόνος,
- Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων,