Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- γυναιξὶ δʼ ἔσται τεθμὸς ἐγχώροις ἀεὶ
- πενθεῖν τὸν εἰνάπηχυν Αἰακοῦ τρίτον
- καὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης,
- καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῥέθη,
- μήθʼ ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλους
- κάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸς
- χέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι.
- ἥξει δὲ ταύρου γυμνάδας κακοξένους
- πάλης κονίστρας, ὅν τε Κωλῶτις τεκνοῖ,
- Ἀλεντία κρείουσα Λογγούρου μυχῶν,
- Ἅρπης Κρόνου πήδημα Καγχείας θʼ ὕδωρ
- κάμψας, Γονοῦσάν τʼ ἠδὲ Σικανῶν πλάκας,
- καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου,
- ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφος