Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ,
  2. λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας.
  3. Ἐπόψεται δὲ τοὺς θερειπότους γύας
  4. καὶ ῥεῖθρον Ἀσβύσταο καὶ χαμευνάδας
  5. εὐνάς, δυσόδμοις θηρσὶ συγκοιμώμενος.
  6. καὶ πάντα τλήσεθʼ οὕνεκʼ Αἰγύας κυνὸς
  7. τῆς θηλύπαιδος καὶ τριάνορος κόρης.
  8. ἥξει δʼ ἀλήτης εἰς Ἰαπύγων στρατόν,
  9. καὶ δῶρʼ ἀνάψει παρθένῳ Σκυλητρίᾳ
  10. Ταμάσσιον κρατῆρα καὶ βοάγριον
  11. καὶ τὰς δάμαρτος ἀσκέρας εὐμάριδας.
  12. ἥξει δὲ Σῖριν καὶ Λακινίου μυχούς,
  13. ἐν οἷσι πόρτις ὄρχατον τεύξει θεᾷ
  14. Ὁπλοσμίᾳ φυτοῖσιν ἐξησκημένον.