Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- καὶ τὸν θεᾷ κλαυσθέντα Γαύαντος τάφον
- Σχοινῇδι μουσόφθαρτον Ἀρέντᾳ Ξένῃ,
- κραντῆρι λευκῷ τόν ποτʼ ἔκτανε πτέλας.
- ἐπόψεται δὲ τύρσιας Κηφηίδας
- καὶ Λαφρόου λακτίσμαθʼ Ἑρμαίου ποδὸς
- δισσάς τε πέτρας, κέπφος αἷς προσήλατο
- δαιτὸς χατίζων. ἀντὶ θηλείας δʼ ἔβη
- τὸν χρυσόπατρον μόρφνον ἁρπάσας γνάθοις,
- τὸν ἡπατουργὸν ἄρσενʼ ἀρβυλόπτερον.
- πεφήσεται δὲ τοῦ θεριστῆρος ξυρῷ
- φάλαινα δυσμίσητος ἐξινωμένη,
- ἱπποβρότους ὠδῖνας οἴξαντος τόκων
- τῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς·
- ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδὸς