Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. κάνθωνʼ ὑπὸ ζεύγλαισι μεσσαβοῦν ἔτι
  2. πλασταῖσι λύσσης μηχαναῖς οἰστρημένον
  3. ἢ τηλικῶνδε πεῖραν ὀτλῆσαι κακῶν.
  4. Ὁ δʼ αἰνόλεκτρον ἁρπαγεῖσαν εὐνέτης
  5. πλᾶτιν ματεύων, κληδόνων πεπυσμένος,
  6. ποθῶν δὲ φάσμα πτηνὸν εἰς αἴθραν φυγόν,
  7. ποίους θαλάσσης οὐκ ἐρευνήσει μυχούς;
  8. ποίαν δὲ χέρσον οὐκ ἀνιχνεύσει μολών;
  9. ἐπόψεται μὲν πρῶτα Τυφῶνος σκοπάς,
  10. καὶ πέμπελον γραῦν μαρμαρουμένην δέμας,
  11. καὶ τὰς Ἐρεμβῶν ναυβάταις ἠχθημένας
  12. προβλῆτας ἀκτάς. ὄψεται δὲ τλήμονος
  13. Μύρρας ἐρυμνὸν ἄστυ, τῆς μογοστόκους
  14. ὠδῖνας ἐξέλυσε δενδρώδης κλάδος,