Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. τὸν Αἰακοῦ τε κἀπὸ Περσέως, σπορᾶς
  2. καὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων.
  3. Πέργη δέ μιν θανόντα, Τυρσηνῶν ὄρος,
  4. ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον,
  5. ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίον
  6. παιδός τε καὶ δάμαρτος, ἣν κτείνας πόσις
  7. αὐτὸς πρὸς Ἅιδην δευτέραν ὁδὸν περᾷ,
  8. σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην,
  9. Γλαύκωνος Ἀψύρτοιό τʼ αὐτανεψίας.
  10. χὠ μὲν τοσούτων θῖνα πημάτων ἰδὼν
  11. ἄστρεπτον Ἅιδην δύσεται τὸ δεύτερον,
  12. γαληνὸν ἦμαρ οὔποτʼ ἐν ζωῇ δρακών.
  13. ὦ σχέτλἰ , ὥς σοι κρεῖσσον ἦν μίμνειν πάτρᾳ
  14. βοηλατοῦντα καὶ τὸν ἐργάτην μύκλον