Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- πύργοι κατηρείποντο, τοὶ δὲ λοισθίαν
- νήχοντο μοῖραν προὐμμάτων δεδορκότες.
- φηγὸν δὲ καὶ δρύκαρπα καὶ γλυκὺν βότρυν
- φάλλαι τε καὶ δελφῖνες αἵ τʼ ἐπʼ ἀρσένων
- φέρβοντο φῶκαι λέκτρα θουρῶσαι βροτῶν.
- λεύσσω θέοντα γρυνὸν ἐπτερωμένον
- τρήρωνος εἰς ἅρπαγμα Πεφναίας κυνός,
- ἣν τόργος ὑγρόφοιτος ἐκλοχεύεται,
- κελυφάνου στρόβιλον ὠστρακωμένην.
- καὶ δή σε ναύτην Ἁχερουσία τρίβος
- καταιβάτις πύγαργον, οὐ πατρὸς κόπρους
- στείβοντα ῥακτῶν βουστάθμων, ξενώσεται,
- ὡς πρόσθε, κάλλους τὸν θυωρίτην τριπλαῖς.
- ἀλλʼ ὀστρίμων μὲν ἀντὶ Γαμφηλὰς ὄνου
- καὶ Λᾶν περάσεις, ἀντὶ δʼ εὐχίλου κάπης
- καὶ μηλιαυθμῶν ἠδὲ χερσαίας πλάτης
- τράμπις σʼ ὀχήσει καὶ Φερέκλειοι πόδες
- δισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας,
- ἐν αἷσι πρὸς κύνουρα καμπύλους σχάσας
- πεύκης ὀδόντας, ἕκτορας πλημμυρίδος,