Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. αὐτὴ δὲ φαρμακουργός, οὐκ ἰάσιμον
  2. ἕλκος δρακοῦσα τοῦ ξυνευνέτου λυγρὸν
  3. Γιγαντοραίστοις ἄρδισιν τετρωμένου
  4. πρὸς ἀνθοπλίτου, ξυνὸν ὀγχήσει μόρον,
  5. πύργων ἀπʼ ἄκρων πρὸς νεόδμητον νέκυν
  6. ῥοιζηδὸν ἐκβράσασα κύμβαχον δέμας·
  7. πόθῳ δὲ τοῦ θανόντος ἠγκιστρωμένη,
  8. ψυχὴν περὶ σπαίροντι φυσήσει νεκρῷ.
  9. στένω, στένω σε δισσὰ καὶ τριπλᾶ, δορὸς
  10. αὖθις πρὸς ἀλκὴν καὶ διαρπαγὰς δόμων
  11. καὶ πῦρ ἐναυγάζουσαν αἰστωτήριον.
  12. στένω σε, πάτρα, καὶ τάφους Ἀτλαντίδος
  13. δύπτου κέλωρος, ὅς ποτʼ ἐν ῥαπτῷ κύτει,
  14. ὁποῖα πορκὸς Ἰστριεὺς τετρασκελής,
  15. ἀσκῷ μονήρης ἀμφελυτρώσας δέμας,
  16. Ῥειθυμνιάτης κέπφος ὣς ἐνήξατο,
  17. Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς
  18. λιπὼν ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον,
  19. ὅτʼ ἠμάθυνε πᾶσαν ὀμβρήσας χθόνα
  20. Ζηνὸς καχλάζων νασμός· οἱ δὲ πρὸς πέδῳ