Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον.
- καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος,
- δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς
- καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων
- ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ,
- Θύσαισιν ἁρμοῖ μηλάτων ἀπάργματα
- φλέγουσαν ἐν κρόκαισι καὶ Βύνῃ θεᾷ,
- θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τʼ ἄκραν,
- αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι.
- νήσῳ δʼ ἐνὶ δράκοντος ἐκχέας πόθον
- Ἀκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας,
- τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν,
- ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτων
- κεναῖς αφάσσων ὠλέναισι δέμνια.
- ὁ γάρ σε συλλέκτροιο Φλεγραίας πόσις
- στυγνὸς Τορώνης, ᾧ γέλως ἀπέχθεται
- καὶ δάκρυ, νῆις δʼ ἐστὶ καὶ τητώμενος
- ἀμφοῖν, ὁ Θρῄκης ἔκ ποτʼ εἰς ἐπακτίαν
- Τρίτωνος ἐκβολαῖσιν ἠλοκισμένην
- χέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ,