Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ἐν ᾗ ποτʼ αὖθις Ἡρακλῆ φθίσει δράκων
- Τυμφαῖος ἐν θοίναισιν Αἰθίκων πρόμος,
- τὸν Αἰακοῦ τε κἀπὸ Περσέως, σπορᾶς
- καὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων.
- Πέργη δέ μιν θανόντα, Τυρσηνῶν ὄρος,
- ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον,
- ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίον
- παιδός τε καὶ δάμαρτος, ἣν κτείνας πόσις
- αὐτὸς πρὸς Ἅιδην δευτέραν ὁδὸν περᾷ,
- σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην,
- Γλαύκωνος Ἀψύρτοιό τʼ αὐτανεψίας.
- χὠ μὲν τοσούτων θῖνα πημάτων ἰδὼν
- ἄστρεπτον Ἅιδην δύσεται τὸ δεύτερον,
- γαληνὸν ἦμαρ οὔποτʼ ἐν ζωῇ δρακών.
- ὦ σχέτλἰ , ὥς σοι κρεῖσσον ἦν μίμνειν πάτρᾳ
- βοηλατοῦντα καὶ τὸν ἐργάτην μύκλον
- κάνθωνʼ ὑπὸ ζεύγλαισι μεσσαβοῦν ἔτι
- πλασταῖσι λύσσης μηχαναῖς οἰστρημένον
- ἢ τηλικῶνδε πεῖραν ὀτλῆσαι κακῶν.
- Ὁ δʼ αἰνόλεκτρον ἁρπαγεῖσαν εὐνέτης