Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- λύγοισι τετρανθεῖσα, τὰς ὁ λυμεὼν
- ἐπεγκολάπτειν ἀστένακτος αἰνέσει,
- ἑκουσίαν σμώδιγγα προσμάσσων δομῇ,
- ὅπως παλεύσῃ δυσμενεῖς, κατασκόποις
- λώβαισι καὶ κλαυθμοῖσι φηλώσας πρόμον.
- ὃν Βομβυλείας κλιτὺς ἡ Τεμμικία
- ὕψιστον ἡμῖν πῆμʼ ἐτέκνωσέν ποτε,
- μόνος πρὸς οἴκους ναυτίλων σωθεὶς τάλας.
- λοῖσθον δὲ καύηξ ὥστε κυμάτων δρομεύς,
- ὡς κόγχος ἅλμῃ πάντοθεν περιτριβείς,
- κτῆσίν τε θοίναις Πρωνίων λαφυστίαν
- πρὸς τῆς Λακαίνης αἰνοβακχεύτου κιχὠν,
- σῦφαρ θανεῖται πόντιον φυγὼν σκέπας
- κόραξ σὺν ὅπλοις Νηρίτων δρυμῶν πέλας.
- κτενεῖ δὲ τύψας πλευρὰ λοίγιος στόνυξ
- κέντρῳ δυσαλθὴς ἔλλοπος Σαρδωνικῆς.
- κέλωρ δὲ πατρὸς ἄρταμος κληθήσεται,
- Ἀχιλλέως δάμαρτος αὐτανέψιος.
- μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεὼς
- ὅ τʼ αἰπὺ ναίων Τραμπύας ἐδέθλιον,