Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- πλᾶτιν ματεύων, κληδόνων πεπυσμένος,
- ποθῶν δὲ φάσμα πτηνὸν εἰς αἴθραν φυγόν,
- ποίους θαλάσσης οὐκ ἐρευνήσει μυχούς;
- ποίαν δὲ χέρσον οὐκ ἀνιχνεύσει μολών;
- ἐπόψεται μὲν πρῶτα Τυφῶνος σκοπάς,
- καὶ πέμπελον γραῦν μαρμαρουμένην δέμας,
- καὶ τὰς Ἐρεμβῶν ναυβάταις ἠχθημένας
- προβλῆτας ἀκτάς. ὄψεται δὲ τλήμονος
- Μύρρας ἐρυμνὸν ἄστυ, τῆς μογοστόκους
- ὠδῖνας ἐξέλυσε δενδρώδης κλάδος,
- καὶ τὸν θεᾷ κλαυσθέντα Γαύαντος τάφον
- Σχοινῇδι μουσόφθαρτον Ἀρέντᾳ Ξένῃ,
- κραντῆρι λευκῷ τόν ποτʼ ἔκτανε πτέλας.
- ἐπόψεται δὲ τύρσιας Κηφηίδας
- καὶ Λαφρόου λακτίσμαθʼ Ἑρμαίου ποδὸς
- δισσάς τε πέτρας, κέπφος αἷς προσήλατο
- δαιτὸς χατίζων. ἀντὶ θηλείας δʼ ἔβη
- τὸν χρυσόπατρον μόρφνον ἁρπάσας γνάθοις,
- τὸν ἡπατουργὸν ἄρσενʼ ἀρβυλόπτερον.
- πεφήσεται δὲ τοῦ θεριστῆρος ξυρῷ