Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- στόρθυγξι. νῆσον δʼ εἰς Κρόνῳ στυγουμένην
- ἅρπην περάσας, μεζέων κρεανόμον,
- ἄχλαινος ἵκτης, πημάτων λυγρῶν κόπις,
- τὸν μυθοπλάστην ἐξυλακτήσει γόον,
- ἀρὰς τετικὼς τοῦ τυφλωθέντος δάκους.
- οὔπω μάλʼ, οὔπω· μὴ τοσόσδʼ ὕπνος λάβοι
- λήθης Μέλανθον ἐγκλιθένθʼ Ἱππηγέτην.
- ἥξει γάρ, ἥξει ναύλοχον Ῥείθρου σκέπας
- καὶ Νηρίτου πρηῶνας. ὄψεται δὲ πᾶν
- μέλαθρον ἄρδην ἐκ βάθρων ἀνάστατον
- μύκλοις γυναικόκλωψιν. ἡ δὲ βασσάρα
- σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους,
- θοίναισιν ὄλβον ἐκχέασα τλήμονος.
- αὐτὸς δὲ πλείω τῶν ἐπὶ Σκαιαῖς πόνους
- ἰδὼν μολοβρός, τλήσεται μὲν οἰκετῶν
- στυγνὰς ἀπειλὰς εὐλόφῳ νώτῳ φέρειν
- δέννοις κολασθείς, τλήσεται δὲ καὶ χερῶν
- πληγαῖς ὑπείκειν καὶ βολαῖσιν ὀστράκων.
- οὐ γὰρ ξέναι μάστιγες, ἀλλὰ δαψιλὴς
- σφραγὶς μενεῖ Θόαντος ἐν πλευραῖς ἔτι,