Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- καύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳ
- ὡς μὴ καταβρόξῃ νιν ἐν ῥόχθοις κλύδων,
- Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ.
- βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις,
- ἀναυλόχητον αὐτοκάβδαλον σκάφος
- βῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλας
- αὐτουργότευκτον βᾶριν εἰς μέσην τρόπιν
- εἰκαῖα γόμφοις προστεταργανωμένην.
- ἧς οἷα τυτθὸν Ἀμφίβαιος ἐκβράσας
- τῆς κηρύλου δάμαρτος ἀπτῆνα σπόρον
- αὐταῖς μεσόδμαις καὶ σὺν ἰκρίοις βαλεῖ
- πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις.
- πόντου δʼ ἄυπνος ἐνσαρούμενος μυχοῖς,
- ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος
- ἔσται. παρʼ ἄλλου δʼ ἄλλος, ὡς πεύκης κλάδον,
- βύκτης στροβήσει φελλὸν ἐνθρώσκων πνοαῖς.
- μόλις δὲ Βύνης ἐκ παλιρροίας κακῆς
- ἄμπυξ σαώσει στέρνα δεδρυφαγμένον
- καἰ χεῖρας ἄκρας, αἷς κρεαγρεύτους πέτρας
- μάρπτων ἁλιβρώτοισιν αἱμαχθήσεται