Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ἔτεια κυδανοῦσιν οἰωνὸν θεάν.
- ἀκτὴν δὲ τὴν προὔχουσαν εἰς Ἐνιπέως
- Λευκωσία ῥιφεῖσα τὴν ἐπώνυμον
- πέτραν ὀχήσει δαρόν, ἔνθα λάβρος Ἲς
- γείτων θʼ ὁ Λᾶρις ἐξερεύγονται ποτά.
- λίγεια δʼ εἰς Τέρειναν ἐκναυσθλώσεται,
- κλύδωνα χελλύσσουσα. τὴν δὲ ναυβάται
- κρόκαισι ταρχύσουσιν ἐν παρακτίαις,
- Ὠκινάρου δίναισιν ἀγχιτέρμονα.
- λούσει δὲ σῆμα βούκερως νασμοῖς Ἄρης
- ὀρνιθόπαιδος ἵσμα φοιβάζων ποτοῖς.
- πρώτῃ δέ καὶ ποτʼ αὖθι συγγόνων θεᾷ
- κραίνων ἁπάσης Μόψοπος ναυαρχίας
- πλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον,
- χρησμοῖς πιθήσας. ὅν ποτʼ αὐξήσει λεὼς
- Νεαπολιτῶν, οἳ παρʼ ἄκλυστον σκέπας
- ὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη.
- Βύκτας δʼ ἐν ἀσκῷ συγκατακλείσας βοὸς
- παλινστροβήτοις πημοναῖς ἀλώμενος
- κεραυνίῃ μάστιγι συμφλεχθήσεται