Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ἐν ᾗ πιθήκων πάλμυς ἀφθίτων γένος
  2. δύσμορφον εἰς κηκασμὸν ᾤκισεν τόσων,
  3. οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου.
  4. Βαίου δʼ ἀμείψας τοῦ κυβερνήτου τάφον
  5. καὶ Κιμμέρων ἔπαυλα κἀχερουσίαν
  6. ῥόχθοισι κυμαίνουσαν οἴδματος χύσιν
  7. Ὄσσαν τε καὶ λέοντος ἀτραποὺς βοῶν
  8. χωστὰς Ὀβριμοῦς τʼ ἄλσος οὐδαίας Κόρης,
  9. Πυριφλεγές τε ῥεῖθρον, ἔνθα δύσβατος
  10. τείνει πρὸς αἴθραν κρᾶτα Πολυδέγμων λόφος,
  11. ἐξ οὗ τὰ πάντα χύτλα καὶ πᾶσαι μυχῶν
  12. πηγαὶ κατʼ Αὐσονῖτιν ἕλκονται χθόνα,
  13. λιπὼν δε Ληθαιῶνος ὑψηλὸν κλέτας
  14. λίμνην τʼ Ἄορνον ἀμφιτορνωτὴν βρόχῳ