Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- καὶ χεῦμα Κωκυτοῖο λαβρωθὲν σκότῳ,
- Στυγὸς κελαινῆς νασμόν, ἔνθα Τερμιεὺς
- ὁρκωμότους ἔτευξεν ἀφθίτοις ἕδρας,
- λοιβὰς ἀφύσσων χρυσέαις πέλλαις γάνος,
- μέλλων Γίγαντας κἀπὶ Τιτῆνας περᾶν·
- θήσει Δαείρᾳ καὶ ξυνευνέτῃ δάνος,
- πήληκα κόρσῃ κίονος προσάρμοσας.
- κτενεῖ δὲ κούρας Τηθύος παιδὸς τριπλᾶς,
- οἴμας μελῳδοῦ μητρὸς ἐκμεμαγμένας,
- αὐτοκτόνοις ῥιφαῖσιν ἐξ ἄκρας σκοπῆς
- Τυρσηνικὸν πρὸς κῦμα δυπτούσας πτεροῖς,
- ὅπου λινεργὴς κλῶσις ἑλκύσει πικρά.
- τὴν μὲν Φαλήρου τύρσις ἐκβεβρασμένην
- Γλάνις τε ῥείθροις δέξεται τέγγων χθόνα·