Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. γίγαρτα χιλῷ συμμεμιγμένα τρυγὸς
  2. καὶ στέμφυλα βρύξουσιν. ἀλλά νιν βλάβης
  3. μῶλυς σαώσει ῥίζα καὶ Κτάρος φανεὶς
  4. Νωνακριάτης Τρικέφαλος Φαιδρὸς θεός.
  5. ἥξει δʼ ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶν
  6. καὶ νεκρόμαντιν πέμπελον διζήσεται
  7. ἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας,
  8. ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ,
  9. καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον,
  10. πήλας ἀκούσει κεῖθι πεμφίγων ὄπα
  11. λεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν.
  12. ὅθεν Γιγάντων νῆσος ἡ μετάφρενον
  13. θλάσασα καὶ Τυφῶνος ἀγρίου δέμας
  14. φλογμῷ ζέουσα δέξεται μονόστολον,