Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. πατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμας
  2. Κρόνου παρʼ αἰπὺν ὄχθον, ἔνθα γηγενοῦς
  3. ἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος,
  4. ὁ τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺς
  5. στενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνα
  6. κτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην,
  7. ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρ
  8. σάρκας καταίθων λοφνίσιν δωμήσατο,
  9. Λέπτυνιν οὐ τρέμουσαν, οὐδαίαν θεόν·
  10. ἐξηνάριξεν ὅν ποτʼ ἀξίφῳ δόλῳ
  11. νέκυς, τὸν Ἅιδην δεξιούμενον πάλαι·
  12. λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένην
  13. ταῖς τʼ Αἰακείοις χερσὶ τοῖς τε Ταντάλου
  14. Λέτριναν οἰκουροῦσι λειψάνοις πυρὸς
  15. παιδὸς καταβρωθέντος αἰθάλῳ δέμας,
  16. τοῖς Τευταρείοις βουκόλου πτερώμασι·
  17. τὰ πάντα πρὸς φῶς ἡ βαρύζηλος δάμαρ,
  18. στείλασα κοῦρον τὸν κατήγορον χθονός,
  19. ἄξει, πατρὸς μομφαῖσιν ἠγριωμένη,
  20. λέκτρων θʼ ἕκατι τῶν τʼ ἐπεισάκτων γάμων.