Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ἕρπιν τε ῥέζειν ἠδʼ ἀλοιφαῖον λίπος,
- οἰνοτρόπους Ζάρηκος ἐκγόνους φάβας.
- αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶν
- τρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτε
- Σιθῶνος εἰς θυγατρὸς εὺναστήριον.
- καὶ ταῦτα μὲν μίτοισι χαλκέων πάλαι
- στρόμβων ἐπιρροιζοῦσι γηραιαὶ κόραι·
- Κηφεὺς δὲ καὶ Πράξανδρος, οὐ ναυκληρίας
- λαῶν ἄνακτες, ἀλλʼ ἀνώνυμοι σποραί,
- πέμπτοι τέταρτοι γαῖαν ἵξονται θεᾶς
- Γόλγων ἀνάσσης· ὧν ὁ μὲν Λάκωνʼ ὄχλον
- ἄγων Θεράπνης, θάτερος δʼ ἀπʼ Ὠλένου
- Δύμης τε Βουραίοισιν ἡγεμὼν στρατοῦ.
- ὁ δʼ Ἀργύριππα Δαυνίων παγκληρίαν