Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- παρʼ ἦμαρ αἰεὶ δεξιώσονται ξένους,
- φιλαυθομαίμους, ἀφθίτους τε καὶ φθιτούς.
- καὶ τῶν μὲν ἡμῖν εὐνάσει δαίμων δόρυ,
- βαιόν τι μῆχαρ ἐν κακοῖς δωρούμενος.
- ἄλλων δʼ ἄπλατον χειρὶ κινήσει νέφος,
- ὧν οὐδʼ ὁ Ῥοιοῦς ἶνις εὐνάζων μένος
- σχήσει, τὸν ἐννέωρον ἐν νήσῳ χρόνον
- μίμνειν ἀνώγων, θεσφάτοις πεπεισμένους,
- τροφὴν δʼ ἀμεμφῆ πᾶσι τριπτύχους κόρας
- ἴσκων παρέξειν, Κυνθίαν ὅσοι σκοπὴν
- μίμνοντες ἠλάσκουσιν Ἰνωποῦ πέλας,
- Αἰγύπτιον Τρίτωνος ἕλκοντες ποτόν.
- ἃς δὴ Πρόβλαστος ἐξεπαίδευσε θρασὺς
- μυληφάτου χιλοῖο δαιδαλευτρίας