Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- παρʼ Αὐσονίτην Φυλαμὸν δωμήσεται,
- πικρὰν ἑταίρων ἐπτερωμένην ἰδὼν
- οἰωνόμικτον μοῖραν, οἳ θαλασσίαν
- δίαιταν αἰνέσουσι, πορκέων δίκην,
- κύκνοισιν ἰνδαλθέντες εὐγλήνοις δομήν.
- ῥάμφεσσι δʼ ἀγρώσσοντες ἐλλόπων θοροὺς
- φερώνυμον νησῖδα νάσσονται πρόμου,
- θεατρομόρφῳ πρὸς κλίτει γεωλόφῶ
- ἀγυιοπλαστήσαντες ἐμπέδοις πομαῖς
- πυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι.
- ὁμοῦ δʼ ἐς ἄγραν κἀπὶ κοιταίαν νάπην
- νύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶν
- κάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοις
- κόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι,