Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ῥιφέντα τόλμαις αἰετῶν ἐπόψεται,
- ἄπιστα καὶ θαμβητὰ Φηραίοις κλύειν.
- ὁ μὲν κρανείᾳ κοῖλον οὐτάσας στύπος
- φηγοῦ κελαινῆς διπτύχων ἕνα φθερεῖ,
- λέοντα ταύρῳ συμβαλόντα φύλοπιν.
- ὁ δʼ αὖ σιγύμνῳ πλεύρʼ ἀναρρήξας βοὸς
- κλινεῖ πρὸς οὖδας. τῷ δὲ δευτέραν ἔπι
- πληγὴν ἀθαμβὴς κριὸς ἐγκορύψεται,
- ἄγαλμα πήλας τῶν Ἀμυκλαίων τάφων.
- ὁμοῦ δὲ χαλκὸς καὶ κεραύνιοι βολαὶ
- ταύρους καταξανοῦσιν, ὧν ἀλκὴν ἑνὸς
- οὐδʼ ὁ Σκιαστὴς Ὀρχιεὺς Τιλφούσιος
- ἐμέμψατʼ, ἐν χάρμαισι ῥαιβώσας κέρας.
- καὶ τοὺς μὲν Ἅιδης, τοὺς δʼ Ὀλύμπιοι πλάκες