Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- δαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος,
- ὅς, τὸν πλανήτην Ὀρθάνην ὅταν δόμοις
- σίνιν καταρρακτῆρα δέξωνται πικρὸν
- οἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτε
- μέλλοντες, ἔν τε δαιτὶ καὶ θαλυσίοις
- λοιβαῖσι μειλίσσωσιν ἀστεργῆ Κράγον,
- θήσει βαρὺν κογῳὸν ἐν λέσχαις μέσον.
- καὶ πρῶτα μὲν μύθοισιν ἀλλήλους ὀδὰξ
- βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι,
- αὖθις δʼ ἐναιχμάσουσιν αὐτανέψιοι,
- ἀνεψιαῖς ὄρνισι χραισμῆσαι γάμους
- βιαιοκλῶπας ἁρπαγάς τε συγγόνων
- χρῄζοντες, ἀλφῆς τῆς ἀεδνώτου δίκην.
- ἦ πολλὰ δὴ βέλεμνα Κνηκιὼν πόρος