Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. οὐκ ἄν, τὰ χειρώνακτες ἐργάται διπλοῖ,
  2. Δρύμας τε καὶ Πρόφαντος, ὁ Κρώμνης ἄναξ,
  3. ἐλατύπησαν κοιράνῳ ψευδωμότῃ,
  4. ἓν ἦμαρ ἀρκέσειε πορθηταῖς λύκοις
  5. στέξαι βαρεῖαν ἐμβολὴν ῥαιστηρίαν,
  6. καίπερ πρὸ πύργων τὸν Καναστραῖον μέγαν
  7. ἐγχώριον γίγαντα δυσμενῶν μοχλὸν
  8. ἔχοντα, καὶ τὸν πρῶτον εὐστόχῳ βολῇ
  9. μαιμῶντα τύψαι ποιμνίων ἀλάστορα.
  10. οὗ δή ποτʼ αἴθων πρῶτα καινίσει δόρυ
  11. κίρκος θρασὺς πήδημα λαιψηρὸν δικών,
  12. Γραικῶν ἄριστος, ᾧ πάλαι τεύχει τάφους
  13. ἀκτὴ Δολόγκων εὐτρεπὴς κεκμηκότι,
  14. Μαζουσία προὔχουσα χερσαίου κέρως.
  15. Ἀλλʼ ἔστι γάρ τις, ἔστι καὶ παρʼ ἐλπίδα
  16. ἡμῖν ἀρωγὸς πρευμενὴς ὁ Δρύμνιος
  17. δαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος,
  18. ὅς, τὸν πλανήτην Ὀρθάνην ὅταν δόμοις
  19. σίνιν καταρρακτῆρα δέξωνται πικρὸν
  20. οἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτε