Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ὅταν τεκόντος αἰχμάλωτος εἰς χέρας
  2. ἡ πατρομήτωρ τὸν δνόφῳ τεθραμμένον
  3. βάλῃ νεογνὸν σκύμνον. ᾗ μόνῃ ζυγὸν
  4. δούλειον ἀμφήρεισαν Ἀκταίων λύκοι
  5. τῆς ἁρπαγείσης ἀντίποινα θυιάδος,
  6. ὧν ὀστράκου στρόβιλος ἐντετμημένος
  7. κόρσην σκεπάζει ῥῦμα φοινίου δορός.
  8. τὰ δʼ ἄλλα θριπόβρωτος ἄψαυστος δόμων
  9. σφραγὶς δοκεύει, θάμβος ἐγχώροις μέγα.
  10. ἃ δὴ πρὸς ἄστρων κλίμακα στήσει δρόμον
  11. τοῖς ἡμιθνήτοις διπιύχοις Λαπερσίοις·
  12. οὓς μήποτʼ, ὦ Ζεῦ σῶτερ, εἰς πάτραν ἐμὴν
  13. στείλαις ἀρωγοὺς τῇ δισαρπάγῳ κρεκί,
  14. μηδὲ πτερωτὰς ὁπλίσαντες ὁλκάδας
  15. πρύμνης ἀπʼ ἄκρας γυμνὸν αἰψηρὸν πόδα
  16. εἰς Βεβρύκων ῥίψειαν ἐκβατηρίαν,
  17. μηδʼ οἱ λεόντων τῶνδε καρτερώτεροι,
  18. ἀλκὴν ἄμικτοι, τοὺς Ἄρης ἐφίλατο,
  19. καὶ δἶ Ἐνυώ, καὶ τριγέννητος θεὰ
  20. Βοαρμία Λογγᾶτις Ὁμολωὶς Βία.