Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. μέλλοντες, ἔν τε δαιτὶ καὶ θαλυσίοις
  2. λοιβαῖσι μειλίσσωσιν ἀστεργῆ Κράγον,
  3. θήσει βαρὺν κογῳὸν ἐν λέσχαις μέσον.
  4. καὶ πρῶτα μὲν μύθοισιν ἀλλήλους ὀδὰξ
  5. βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι,
  6. αὖθις δʼ ἐναιχμάσουσιν αὐτανέψιοι,
  7. ἀνεψιαῖς ὄρνισι χραισμῆσαι γάμους
  8. βιαιοκλῶπας ἁρπαγάς τε συγγόνων
  9. χρῄζοντες, ἀλφῆς τῆς ἀεδνώτου δίκην.
  10. ἦ πολλὰ δὴ βέλεμνα Κνηκιὼν πόρος
  11. ῥιφέντα τόλμαις αἰετῶν ἐπόψεται,
  12. ἄπιστα καὶ θαμβητὰ Φηραίοις κλύειν.
  13. ὁ μὲν κρανείᾳ κοῖλον οὐτάσας στύπος
  14. φηγοῦ κελαινῆς διπτύχων ἕνα φθερεῖ,
  15. λέοντα ταύρῳ συμβαλόντα φύλοπιν.
  16. ὁ δʼ αὖ σιγύμνῳ πλεύρʼ ἀναρρήξας βοὸς
  17. κλινεῖ πρὸς οὖδας. τῷ δὲ δευτέραν ἔπι
  18. πληγὴν ἀθαμβὴς κριὸς ἐγκορύψεται,
  19. ἄγαλμα πήλας τῶν Ἀμυκλαίων τάφων.
  20. ὁμοῦ δὲ χαλκὸς καὶ κεραύνιοι βολαὶ