Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- λυκαινομόρφων Νυκτίμου κρεανόμων,
- τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴν
- σπληδῷ κατʼ ἄκρον χεῖμα θαλψάντων πυρός,
- χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσει
- βῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος.
- οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ,
- βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας.
- ἔγνω δʼ ὁ τλήμων σὺν κακῷ μαθὼν ἔπος,
- ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶν
- μέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν.
- ὁ δʼ αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ,
- στόρθυγξ δεδουπὼς τὸν κτανόντʼ ἠμύνατο,
- πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν.
- τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτρας
- κέλωρ γίγαντος ὅπλα, τοῦ ποτʼ εἰς λέχος
- λαθραῖον αὐτόκλητος Ἰδαία πόρις
- ἡ ζῶσʼ ἐς Ἅιδην ἵξεται καταιβάτις,
- θρήνοισιν ἐκτακεῖσα, Μουνίτου τοκάς·
- ὃν δή ποτʼ ἀγρώσσοντα Κρηστώνης ἔχις
- κτενεῖ, πατάξας πτέρναν ἀγρίῳ βέλει,