Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. σκύμνον παρʼ ἀγκάλαισιν ἀίτα βράσας.
  2. οὐ γάρ τι πείσει φῖτυν, ὡς ὁ Λήμνιος
  3. πρηστὴρ Ἐνυοῦς, οὔποτʼ εἰς φύζαν τραπεὶς
  4. ταῦρος βαρύφρων, δυσμενεστάτου ξένων
  5. ἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸν
  6. πήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς.
  7. ἐλᾷ δὲ πάτρας τῆλε Τραμβήλου κάσιν,
  8. ὃν ἡ ξύναιμος πατρὸς ἐκλοχεύεται,
  9. δοθεῖσα πρωταίχμεια τῷ πυργοσκάφῳ.
  10. ἣν δή ποτʼ, ἐν ῥήτραισι δημοτῶν σταθείς,
  11. γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶ
  12. στεῖλαι τριπλᾶς θύγατρας ὁ σπείρας βάβαξ,
  13. τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα,
  14. ὅταν κλύδωνας ἐξερεύγηται γνάθων,
  15. λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον.
  16. ὁ δʼ ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσας
  17. Φόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος,
  18. χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν.
  19. Ὁ δεύτερος δὲ νῆσον ἀγρότης μολών,
  20. χερσαῖος αὐτόδαιτος ἐγγόνων δρυὸς