Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴν
- πύργων ὑπὸ πτέρναισι Παμφύλου κόρης.
- αἰπὺς δʼ ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳ
- Μάγαρσος ἁγνῶν ἠρίων σταθήσεται,
- ὡς μὴ βλέπωσι, μηδὲ νερτέρων ἕδρας
- δύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους.
- οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίαν
- καὶ Σάτραχον βλώξαντες Ὑλάτου τε γῆν
- Μορφώ παροικήσουσι τὴν Ζηρυνθίαν.
- Ὁ μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένος
- Κυχρεῖος ἄντρων Βωκάρου τε ναμάτων,
- οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺς
- πώλου, νόθον φίτυμα, συγγενῶν βλάβη,
- τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίαν
- χέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰ
- χαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ,
- μίαν πρὸς Ἅιδην καὶ φθιτοὺς πεπαμένον
- κέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης,
- ἦμος καταίθων θύσλα Κωμύρῳ λέων
- σφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς,