Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν,
- ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους,
- ὅτʼ εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος.
- Τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαι
- Ἄλεντος οὐκ ἄπωθε καύηκας ποτῶν·
- τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον,
- συὸς παραπλαγχθέντα θηλείας τόκων,
- ὅτʼ εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴν
- τὸν ἀνθάμιλλον αὐτὸς ἐκ μαντευμάτων
- σφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον·
- τὸν δʼ αὖ τέταρτον ἐγγόνων Ἐρεχθέως,
- αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς·
- τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲ
- στερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον,
- ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς,
- ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα,
- ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραι
- πρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου.
- δοιοὶ δὲ ῥείθρων Πυράμου πρὸς ἐκβολαῖς
- αὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες