Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. δοιοὶ δὲ ῥείθρων Πυράμου πρὸς ἐκβολαῖς
  2. αὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες
  3. δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴν
  4. πύργων ὑπὸ πτέρναισι Παμφύλου κόρης.
  5. αἰπὺς δʼ ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳ
  6. Μάγαρσος ἁγνῶν ἠρίων σταθήσεται,
  7. ὡς μὴ βλέπωσι, μηδὲ νερτέρων ἕδρας
  8. δύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους.
  9. οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίαν
  10. καὶ Σάτραχον βλώξαντες Ὑλάτου τε γῆν
  11. Μορφώ παροικήσουσι τὴν Ζηρυνθίαν.
  12. Ὁ μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένος
  13. Κυχρεῖος ἄντρων Βωκάρου τε ναμάτων,
  14. οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺς