Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. Ἄλεντος οὐκ ἄπωθε καύηκας ποτῶν·
  2. τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον,
  3. συὸς παραπλαγχθέντα θηλείας τόκων,
  4. ὅτʼ εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴν
  5. τὸν ἀνθάμιλλον αὐτὸς ἐκ μαντευμάτων
  6. σφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον·
  7. τὸν δʼ αὖ τέταρτον ἐγγόνων Ἐρεχθέως,
  8. αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς·
  9. τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲ
  10. στερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον,
  11. ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς,
  12. ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα,
  13. ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραι
  14. πρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου.